- 텍스트

Plutarch, De fraterno amore, section 20

(플루타르코스, De fraterno amore, section 20)

οὐχ ἥκιστα δ ἄν τις ἀδελφοῖς τοῦτο παραινέσειεν.? αἱ γὰρ ἰδίᾳ καὶ χωρὶς ὁμιλίαι καὶ συνήθειαι πρὸς ἄλλους ἀποστρέφουσι καὶ ἀπάγουσιν ἀπ ἀλλήλων τῷ γάρ φιλεῖν ἑτέρους εὐθὺς ἕπεται τὸ χαίρειν ἑτέροις καὶ ζηλοῦν ἑτέρους καὶ ἄγεσθαι ὑφ ἑτέρων. ἠθοποιοῦσι γὰρ αἱ φιλίαι, καὶ μεῖζον οὐθέν ἐστιν ἠθῶν διαφορᾶς σημεῖον ἢ φίλων αἱρέσεις διαφερόντων . ὅθεν οὔτε τὸ συνεσθίειν ἀδελφῷ καὶ συμπίνειν οὔτε τὸ συμπαίζειν καὶ συνδιημερεύειν οὕτω συνεκτικόν ἐστιν ὁμονοίας, ὡς τὸ συμφιλεῖν καὶ συνεχθραίνειν ἥδεσθαι τε τοῖς αὐτοῖς συνόντα καὶ πάλιν βδελύττεσθαι καὶ φεύγειν. οὐδὲ γὰρ διαβολὰς αἱ κοιναὶ φιλίαι φέρουσιν οὐδὲ συγκρούσεις: ἀλλὰ κἂν γένηταί τις ὀργὴ καὶ μέμψις, ἐκλύεται διὰ μέσον τῶν φίλων ἐκδεχομένων καὶ διασκεδαννύντων ἄνπερ ἀμφοτέροις οἰκείως ἔχωσι καὶ πρὸς ἀμφοτέρους ὁμοῦ τῇ εὐνοίᾳ συννεύωσιν. ὡς γὰρ ὁ κασσίτερος ῥαγέντα τὸν χαλκὸν συναρμόττει καὶ συγκεράννυσι τῷ ψαύειν ἑκατέρου πέρατος οἰκείως ὁμοπαθὴς γινόμενος, οὕτω δεῖ τὸν φίλον εὐάρμοστον ὄντα καὶ κοινὸν ἀμφοτέροις τοῖς ἀδελφοῖς προσκαταπυκνοῦν τὴν εὔνοιαν:

οἱ δ ἄνισοι καὶ ἄμικτοι καθάπερ ἐν διαγράμματι μουσικῷ φθόγγοι διάζευξιν οὐ συναφὴν ποιοῦσιν. ἔστιν οὖν διαπορῆσαι πότερον ὀρθῶς ἢ τοὐναντίον ὁ Ἡσίοδος εἶπε μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον ὁ μὲν γάρ εὐγνώμων καὶ κοινός, ὥσπερ εἴρηται, μᾶλλον ἐγκραθεὶς δι ἀμφοτέρων σύνδεσμος ἔσται τῆς φιλαδελφίας ὁ δ Ἡσίοδος, ὡς ἐοίκεν, ἐφοβήθη τοὺς πολλοὺς καὶ φαύλους διὰ τὸ δύσζηλον καὶ φίλαυτον. ὅ δὴ καλῶς ἔχει φυλαττομένους, κἂν εὔνοιαν ἴσην φίλῳ νέμῃ τις, ἀεὶ τὰ πρωτεῖα τἀδελφῷ φυλάττειν ἐν ἀρχαῖς καὶ πολιτείαις ἔν τε κλήσεσι καὶ γνωρίσεσιν ἡγεμόνων καὶ ὅσα τοῖς πολλοῖς ἐπιφανῆ καὶ πρὸς δόξαν ἐστί, τὸ προσῆκον ἀξίωμα τῇ φύσει καὶ γέρας ἀποδιδόντας.

οὐ γάρ οὕτως τῷ φίλῳ τὸ πλέον ἐν τούτοις σεμνόν, ὡς ἀδελφῷ τοὔλαττον αἰσχρὸν γίνεται καὶ ἄδοξον. ἀλλὰ περὶ ταύτης μὲν ἑτέρωθι τῆς γνώμης γέγραπται τὰ δοκοῦντα διὰ πλειόνων τὸ δὲ Μενάνδρειον ὀρθῶς ἔχον, ὡς οὐδεὶς ἀγαπῶν αὐτὸς ἀμελεῖθ ἡδέως, ὑπομιμνήσκει καὶ διδάσκει τῶν ἀδελφῶν ἐπιμελεῖσθαι καὶ μὴ τῇ φύσει πιστεύοντας ὀλιγωρεῖν. καὶ γὰρ ἵππος τῇ φύσει φιλάνθρωπον καὶ κύων φιλοδέσποτον, ἀλλὰ μὴ τυγχάνοντα θεραπείας μηδ ἐπιμελείας ἀπόστοργα γίνεται καὶ ἀλλότρια: καὶ τὸ σῶμα τῆς ψυχῆς συγγενέστατόν ἐστιν, ἀμελούμενον δὲ καὶ παρορώμενον ὑπ αὐτῆς οὐκ ἐθέλει συνεργεῖν ἀλλὰ λυμαίνεται καὶ προλείπει τὰς πράξεις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION