호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἕτερα τοίνυν ταῖς παραλλήλοις καὶ σύνεγγυς ἡλικίαις ἀδελφῶν φυλακτέον ἐστὶ πάθη, μικρὰ μὲν συνεχῆ δὲ καὶ πολλὰ καὶ πονηρὰν ποιοῦντα τοῦ λυπεῖν καὶ παροξύνειν ἑαυτοὺς ἐπὶ πᾶσι μελέτην, τελευτῶσαν εἰς ἀνήκεστα μίση καὶ κακοθυμίας.? ἀρξάμενοι γὰρ ἐπὶ παιδιαῖς διαφέρεσθαι, περὶ τροφὰς ζῴων καὶ ἀγῶνας οἱο῀ν ὀρτύγων ἢ ἀλεκτρυόνων, εἶτα παίδων ἐν παλαίστραις καὶ κυνῶν ἐν θήραις καὶ ἵππων ἐν ἁμίλλαις, οὐκέτι κρατεῖν ἐν τοῖς μείζοσιν οὐδὲ καταπαύειν τὸ φιλόνεικον δύνανται καὶ φιλότιμον. ὥσπερ Ἑλλήνων οἱ καθ ἡμᾶς δυνατώτατοι περὶ σπουδὰς ὀρχηστῶν εἶτα κιθαρῳδῶν διαστάντες, ἐκ τούτου τὰς ἐν Αἰδηψῷ κολυμβήθρας καὶ παστάδας καὶ ἀνδρῶνας ἀντιπαραβάλλοντες ἀεὶ καὶ τοπομαχοῦντες καὶ ἀποκόπτοντες ὀχετοὺς καὶ ἀποστρέφοντες, οὕτως ἐξηγριώθησαν καὶ διεφθάρησαν, ὥστε πάντων ἀφαιρεθέντες ὑπὸ τοῦ τυράννου καὶ φυγάδες καὶ πένητες καὶ ὀλίγου δέω λέγειν ἕτεροι τῶν πρότερον γενόμ ενοι μόνῳ διέμειναν οἱ αὐτοὶ τῷ μισεῖν ἀλλήλους. ὅθεν οὐχ ἥκιστα δεῖ περὶ τὰ μικρὰ καὶ πρῶτα παραδυομένῃ τῇ πρὸς τοὺς ἀδελφοὺς φιλονεικίᾳ καὶ ζηλοτυπίᾳ διαμάχεσθαι, μελετῶντας ἀνθυπείκειν καὶ ἡττᾶσθαι καὶ χαίρειν τῷ χαρίζεσθαι μᾶλλον αὐτοῖς ἢ τῷ νικᾶν.
οὐ γὰρ ἑτέραν οἱ παλαιοὶ Καδμείαν νίκην ἀλλὰ τὴν περὶ Θήβας τῶν ἀδελφῶν ὡς αἰσχίστην καὶ κακίστην προσηγόρευσαν. τί οὖν· οὐχὶ πολλὰς τὰ πράγματα καὶ τοῖς ἐπιεικῶς ἔχειν δοκοῦσι καὶ πράως φέρει προφάσεις ἀντιλογιῶν καὶ διαφορῶν· καὶ μάλα:
ἀλλὰ κἀκεῖ φυλακτέον, ὅπως τὰ πράγματα μάχηται καθ αὑτά, μηδὲν ἐκ φιλονεικίας μηδ ὀργῆς πάθος οἱο῀ν ἄγκιστρον προσθέντας, ἀλλ ὥσπερ ἐπὶ ζυγοῦ τοῦ δικαίου τὴν ῥοπὴν κοινῶς ἀποθεωροῦντας καὶ τάχιστα ταῖς κρίσεσι καὶ ταῖς διαίταις τὴν ἀμφιλογίαν παραδιδόντας ἀποκαθῆραι, πρὶν ἐνδῦσαν ὥσπερ βαφὴν ἢ κηλῖδα δευσοποιὸν γενέσθαι καὶ δυσέκπλυτον εἶτα μιμεῖσθαι τοὺς Πυθαγορικούς, οἳ γένει μηθὲν προσήκοντες ἀλλὰ κοινοῦ λόγου μετέχοντες, εἴ ποτε προαχθεῖεν εἰς λοιδορίαν ὑπ ὀργῆς, πρὶν ἢ τὸν ἥλιον δῦναι τὰς δεξιὰς ἐμβαλόντες ἀλλήλοις καὶ ἀσπασάμενοι διελύοντο. καθάπερ γάρ ἐπὶ βουβῶνι πυρετοῦ γενομένου δεινὸν οὐθέν ἐστιν, ἂν δὲ παυσαμένου παραμένῃ, νόσος εἶναι δοκεῖ καὶ βαθυτέραν ἔχειν ἀρχήν, οὕτως ἀδελφῶν ἡ μετὰ τὸ πρᾶγμα παυομένη διαφορὰ τοῦ πράγματός ἐστι, τῆς δ ἐπιμενούσης πρόφασις ἦν τὸ πρᾶγμα μοχθηράν τινα καὶ ὕπουλον αἰτίαν ἔχον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기