호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὁ ἀδελφὸς ἄγει καὶ φέρει πάντα καὶ θαυμάζεται καὶ θεραπεύεται, σοὶ δ οὐδεὶς πρόσεισιν οὐδ ἔχεις σεμνὸν οὐδέν.? "ἀδελφὸν εὐδοκιμοῦντα καὶ μέτεστί μοι τῆς ἐκείνου δυνάμεως τὸ πλεῖστον. ὁ μὲν γὰρ Σωκράτης ἔλεγε βούλεσθαι Δαρεῖον ἔχειν μᾶλλον φίλον ἢ δαρεικόν, ἀδελφῷ δὲ νοῦν ἔχοντι καὶ πλούτου καὶ ἀρχῆς καὶ λογιότητος οὐκ ἔλαττον ἀγαθόν ἐστιν ἄρχων ἀδελφὸς ἢ πλουτῶν ἢ λόγου δυνάμει προήκων εἰς δόξαν. ἀλλὰ ταύτας μὲν οὕτω μάλιστα τὰς ἀνωμαλίας παρηγορητέον: ἕτεραι δ εὐθὺς ἐγγίνονται διαφοραὶ περὶ τὰς ἡλικίας ἀπαιδεύτοις ἀδελφοῖς.
ἐπιεικῶς γὰρ οἵ τε πρεσβύτεροι τῶν νεωτέρων ἄρχειν ἀξιοῦντες ἀεὶ καὶ προϊ´στασθαι καὶ πλέον ἔχειν ἐν παντὶ δόξης καὶ δυνάμεως βαρεῖς εἰσι καὶ ἀηδεῖς, : οἵ τε νεώτεροι πάλιν ἀφηνιάζοντες καὶ θρασυνόμενοι καταφρονεῖν καὶ ὀλιγωρεῖν ἀσκοῦσιν. ἐκ δὲ τούτων οἱ μὲν ὡς φθονούμενοι καὶ κολουόμενοι φεύγουσι καὶ δυσχεραίνουσι τὰς νουθεσίας, οἱ δ ἀεὶ τῆς ὑπεροχῆς γλιχόμενοι φοβοῦνται τὴν ἐκείνων αὔξησιν ὡς αὑτῶν κατάλυσιν. ὥσπερ οὖν ἐπὶ τῆς χάριτος ἀξιοῦσι μείζονα τοὺς λαμβάνοντας ἡγεῖσθαι μικροτέραν δὲ τοὺς διδόντας, οὕτως ἄν τις, τὸν χρόνον παραινῶν τῷ μὲν πρεσβυτέρῳ μὴ μέγαν νομίζειν τῷ δὲ νεωτέρῳ μὴ μικρόν, ὑπεροψίας καὶ ἀμελείας καὶ τοῦ καταφρονεῖσθαι καὶ καταφρονεῖν ἀμφοτέρους ἀπαλλάξειεν.
ἐπεὶ δὲ τῷ μὲν πρεσβυτέρῳ τὸ κήδεσθαι καὶ καθηγεῖσθαι καὶ νουθετεῖν προσῆκόν ἐστι, τῷ δὲ νεωτέρῳ τὸ τιμᾶν καὶ ζηλοῦν καὶ ἀκολουθεῖν, ἡ μὲν ἐκείνου κηδεμονία τὸ ἑταιρικὸν μᾶλλον ἢ τὸ πατρικὸν ἐχέτω καὶ τὸ πεῖθον ἢ τὸ ἐπιτάττον καὶ τὸ χαῖρον ἐπὶ τοῖς κατορθώμασι καὶ κατευφημοῦν τοῦ ψέγοντος ἂν ἁμάρτῃ καὶ κολούοντος, μὴ μόνον προθυμότερον ὀ`ν ἀλλὰ καὶ φιλανθρωπότερον, τῷ δὲ τοῦ νεωτέρου ζήλῳ τὸ μιμούμενον ἐνέστω μὴ τὸ ἁμιλλώμενον θαυμάζοντος γὰρ ἡ μίμησις, ἡ δ ἅμιλλα φθονοῦντός ἐστι. διὸ τοὺς μὲν ἐξομοιοῦσθαι βουλομένους ἀγαπῶσι τοὺς δ ἐξισοῦσθαι πιέζουσι καὶ χαλέπτουσιν.
ἐν πολλαῖς δὲ τιμαῖς ἃς πρέπει παρὰ τῶν νέων ἀποδίδοσθαι τοῖς πρεσβυτέροις τὸ πειθαρχεῖν εὐδοκιμεῖ μάλιστα καὶ κατεργάζεται μετ αἰδοῦς εὔνοιαν ἰσχυρὰν καὶ χάριν ἀνθυπείκουσαν. ᾗ καὶ Κάτων, τὸν Καιπίωνα πρεσβύτερον ὄντα θεραπεύων εὐθὺς ἐκ παίδων εὐπειθείᾳ καὶ πραότητι καὶ σιωπῇ, τέλος οὕτως ἐπ ἀνδράσιν ἐχειρώσατο καὶ τοσαύτης ἐνέπλησεν αἰδοῦς πρὸς ἑαυτόν, ὡς μήτε πρᾶξαί τι μήτ εἰπεῖν ἀγνοοῦντος ἐκείνου.
μνημονεύεται γοῦν, ὅτι μαρτυρίας ποτὲ γραμματεῖον ἐπισφραγισαμένου τοῦ Καιπίωνος ὁ Κάτων ὕστερος ἐπελθὼν οὐκ ἠθέλησεν ἐπισφραγίσασθαι, καὶ ὁ Καιπίων ἀπαιτήσας τὸ γραμματεῖον ἀφεῖλε τὴν αὑτοῦ σφραγῖδα πρὶν ἢ πυθέσθαι τί παθὼν ὁ ἀδελφὸς οὐκ ἐπίστευσεν ἀλλ ὑπείδετο τὴν μαρτυρίαν. φαίνεται δὲ πολλὴ καὶ πρὸς Ἐπίκουρον αἰδὼς τῶν ἀδελφῶν δι εὔνοιαν αὐτοῦ καὶ κηδεμονίαν εἴς τε τἄλλα καὶ φιλοσοφίαν τὴν ἐκείνου συνενθουσιώντων:
καὶ γὰρ εἰ διημάρτανον δόξης εὐθὺς ἐκ παίδων πεπεισμένοι καὶ λέγοντες ὡς οὐδεὶς γέγονεν Ἐπικούρου σοφώτερος, ἄξιόν ἐστι θαυμάζειν καὶ τοῦ διαθέντος οὕτως καὶ τῶν διατεθέντων. οὐ μὴν ἀλλὰ καὶ τῶν νεωτέρων φιλοσόφων Ἀπολλώνιος ὁ περιπατητικὸς ἤλεγξε τὸν εἰπόντα δόξαν ἀκοινώνητον εἶναι, Σωτίωνα νεώτερον ἀδελφὸν αὑτοῦ ποιήσας ἐνδοξότερον. γεγονότων, ἡ Τίμωνος εὔνοια τἀδελφοῦ πρὸς ἅπαντα τἄλλα καὶ γέγονε καὶ ἔστιν, οὐδεὶς ἀγνοεῖ τῶν ὁπωσοῦν ἐντετυχηκότων ἡμῖν, ἥκιστα δ ὑμεῖς οἱ συνήθεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기