- 텍스트

Plutarch, De fraterno amore, section 11

(플루타르코스, De fraterno amore, section 11)

ἀποθανόντος γε μὴν πατρὸς ἐμφύεσθαι μᾶλλον ἢ πρότερον ὀρθῶς ἔχει τῇ εὐνοίᾳ τὸν ἀδελφόν, εὐθὺς μὲν ἐν τῷ συνδακρύειν καὶ συνάχθεσθαι κοινούμενον τὸ φιλόστοργον, ὑπονοίας δὲ θεραπόντων καὶ διαβολὰς ἑταίρων ἑτέρως αὑτοὺς προσνεμόντων ἀπωθούμενον, καὶ πιστεύοντα τοῖς τ ἄλλοις ἃ μυθολογοῦσι περὶ τῶν Διοσκόρων τῆς φιλαδελφίας, καὶ ὅτι ὁ Πολυδεύκης τὸν καταψιθυρίζοντα τἀδελφοῦ πρὸς αὐτὸν κονδύλῳ παίσας ἀπέκτεινεν.? ᾗ φησιν ὁ Πλάτων, τὰ φίλα καὶ προσήκοντα λαμβάνοντας καὶ διδόντας οἰέσθαι τὴν ἐπιμέλειαν νέμεσθαι καὶ τὴν οἰκονομίαν, χρῆσιν δὲ καὶ κτῆσιν ἐν μέσῳ κεῖσθαι κοινὴν καὶ ἀνέμητον ἁπάντων. οἱ δὲ καὶ τίτθας ἀποσπῶντες ἀλλήλων καὶ συντρόφους καὶ συνήθεις παῖδας ὑπερβαλόμενοι τοῖς διαλογισμοῖς, ἀπίασιν ἀνδραπόδου τιμῇ πλέον ἔχοντες, τὸ δὲ μέγιστον καὶ τιμιώτατον τῶν πατρῴων, φιλίαν ἀδελφοῦ καὶ πίστιν, ἀπολωλεκότες.

ἐνίους δὲ καὶ ἀκερδῶς φιλονεικίας ἕνεκα χρησαμένους τοῖς πατρῴοις οὐθὲν ἐπιεικέστερον ἢ λαφύροις ἴσμεν ὧν καὶ Χαρικλῆς καὶ Ἀντίοχος ἦσαν οἱ Ὀπούντιοι: καὶ γὰρ ἔκπωμα διακόψαντες ἀργυροῦν καὶ ἱμάτιον διατεμόντες ἀπῄεσαν, ὥσπερ ἐκ τραγικῆς τινος κατάρας θηκτῷ σιδήρῳ δῶμα διαλαχόντες. οἱ δὲ καὶ διηγοῦνται πρὸς ἑτέρους γαυριῶντες ὅτι τῶν ἀδελφῶν πανουργίᾳ καὶ δριμύτητι καὶ παραλογισμῷ πλέον ἔσχον ἐν τῷ νέμεσθαι, δέον ἀγάλλεσθαι καὶ μέγα φρονεῖν ἐπιεικείᾳ καὶ χάριτι καὶ ὑπείξει περιγενομένους.

ὅθεν ἄξιόν ἐστιν Ἀθηνοδώρου μεμνῆσθαι, καὶ μέμνηνταί γε πάντες παρ ἡμῖν.

ἦν γὰρ ἀδελφὸς αὐτῷ πρεσβύτερος ὄνομα Ξένων, καὶ πολλὰ τῆς οὐσίας ἐπιτροπεύων διεφόρησε: τέλος δ ἁρπάσας γυναῖκα καὶ καταδικασθεὶς ἀπώλεσε τὴν οὐσίαν, εἰς τὸ Καίσαρος ταμιεῖον ἀναληφθεῖσαν. οὐδὲ μετενόησεν, ἀλλὰ πράως καὶ ἱλαρῶς ἤνεγκε τἀδελφοῦ τὴν ἄνοιαν, περιβόητον ἐν τῇ Ἑλλάδι γενομένην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION