- 텍스트

Plutarch, De fraterno amore, section 9

(플루타르코스, De fraterno amore, section 9)

ταυτὶ μὲν οὖν ἔστω προοίμια τοῦ λόγου παντός.? ἀρχὴν δὲ τῆς διδασκαλίας μὴ τὴν νέμησιν τῶν πατρῴων, ὥσπερ ἕτεροι, λάβωμεν, ἀλλὰ τὴν ἔτι ζώντων ἁμαρτανομένην τῶν γονέων ἅμιλλαν καὶ ζηλοτυπίαν. οἱ μὲν γὰρ ἔφοροι, τοῦ Ἀγησιλάου τῶν ἀποδεικνυμένων ἀεὶ γερόντων ἑκάστῳ βοῦν ἀριστεῖον πέμποντος, ἐζημίωσαν αὐτὸν αἰτίαν ὑπειπόντες ὅτι τοὺς κοινοὺς ἰδίους κτᾶται δημαγωγῶν καὶ χαριζόμενος: υἱῷ δ ἄν τις παραινέσειε θεραπεύειν γονεῖς μὴ κτώμενον ἑαυτῷ μόνῳ μηδ εἰς ἑαυτὸν ἀποστρέφοντα τὴν εὔνοιαν. ᾧ τρόπῳ πολλοὶ καταδημαγωγοῦσι τοὺς ἀδελφούς, εὐπρεπῆ πρόφασιν οὐ δικαίαν δὲ τῆς πλεονεξίας ταύτης ἔχοντες: τὸ γὰρ μέγιστον τῶν πατρῴων καὶ κάλλιστον ἀποστεροῦσιν αὐτούς, τὴν εὔνοιαν, ἀνελευθέρως καὶ πανούργως ὑποτρέχοντες, ἐν καιρῷ ταῖς ἐκείνων ἀσχολίαις καὶ ἀγνοίαις ἐπιτιθέμενοι καὶ μάλιστα παρέχοντες εὐτάκτους καὶ κατηκόους αὑτοὺς καὶ σώφρονας, ἐν οἷς ἐκείνους ἁμαρτάνοντας ἢ δοκοῦντας ὁρῶσι. δεῖ δὲ τοὐναντίον, ὅπου μὲν ὀργή, συνεκδέχεσθαι καὶ συνυποδύεσθαι καθάπερ τῷ συνεργεῖν ποιοῦντα κουφοτέραν, ὑπουργίαις δὲ καὶ χάρισι συνεισποιεῖν ἁμωσγέπως τὸν ἀδελφόν: ἐλλείποντος δέ που, καιρὸν ἢ πρᾶξιν ἑτέραν ἢ τὴν φύσιν αἰτιᾶσθαι, ὠς πρὸς ἄλλα χρησιμωτέραν καὶ συνετωτέραν οὖσαν. "οὔτ ὄκνῳ εἴκων οὔτ ἀφραδίῃσι νόοιο, ἀλλ ἐμέ τ εἰσορόων κἀμοὶ τοῦτο παραδοὺς τὸ καθῆκον.

ἡδέως δὲ καὶ τῶν ὀνομάτων τὰς μεταθέσεις οἱ πατέρες προσδέχονται καὶ πιστεύουσι τοῖς υἱοῖς ἁπλότητα μὲν τὴν ῥᾳθυμίαν τῶν ἀδελφῶν ὀνομάζουσιν, ὀρθότητα δὲ τὴν σκαιότητα, τὸ δὲ φιλόνεικον ἀκαταφρόνητον: ὥστε τῷ διαλλάσσοντι περίεστι τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν ἐλαττοῦν ἅμα καὶ τὴν πρὸς ἑαυτὸν εὔνοιαν αὔξειν τοῦ πατρός.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION