- 텍스트

Plutarch, De fraterno amore, section 8

(플루타르코스, De fraterno amore, section 8)

τί δῆτα χρὴ ποιεῖν, φαίη τις ἄν, ὅτῳ φαῦλος ἀδελφὸς γένοιτο ·? πρῶτον ἐκεῖνο μνημονεύειν, ὅτι παντὸς ἅπτεται γένους φιλίας ἡ φαυλότης καὶ κατὰ τὸν Σοφοκλέα τὰ πλεῖστα φωρῶν αἰσχρὰ φωράσεις βροτῶν. οὔτε γάρ τὸ συγγενικὸν οὔτε τὸ ἑταιρικὸν οὔτε τὸ ἐρωτικὸν εἱλικρινὲς καὶ ἀπαθὲς καὶ καθαρὸν ἔστιν εὑρεῖν κακίας. ὁ μὲν οὖν Λάκων μικρὰν γυναῖκα γήμας ἔφη τὰ ἐλάχιστα δεῖν αἱρεῖσθαι τῶν κακῶν, ἀδελφοῖς δὲ σωφρόνως παραινέσειεν ἄν τις τὰ οἰκειότατα τῶν κακῶν ὑπομένειν μᾶλλον ἢ πειρᾶσθαι τῶν ἀλλοτρίων τοῦτο γὰρ ἀνέγκλητον ὡς ἀναγκαῖον, ἐκεῖνο δὲ ψεκτὸν ὡς αὐθαίρετον. "τοὔνεκὰ ς οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα καὶ φαῦλον καὶ ἀνόητον, μὴ καὶ λάθω τι πατρῷον ἢ μητρῷον ἐνεσταγμένον ἀπὸ σπέρματος νόσημα χαλεπῶς καὶ πικρῶς τῷ μισεῖν ἐν σοὶ κολάζων.

τοὺς μὲν γὰρ ἀλλοτρίους, ὡς ἔλεγε Θεόφραστος, οὐ φιλοῦντα δεῖ κρίνειν ἀλλὰ κρίναντα φιλεῖν:

ὅπου δ ἡ φύσις ἡγεμονίαν τῇ κρίσει πρὸς εὔνοιαν οὐ δίδωσιν οὐδ ἀναμένει τὸν θρυλούμενον τῶν ἁλῶν μέδιμνον ἀλλὰ συγγεγέννηκε τὴν ἀρχὴν τῆς φιλίας, ἐνταῦθα δεῖ μὴ πικροὺς εἶναι μηδ ἀκριβεῖς τῶν ἁμαρτημάτων ἐξεταστάς. νυνὶ δὲ τί ἂν λέγοις, εἰ ξένων ἀνθρώπων καὶ ἀλλοτρίων ἐκ πότου τινὸς ἢ παιδιᾶς ἢ παλαίστρας προσφθαρέντων ἁμαρτήματα ῥᾳδίως ἔνιοι φέροντες καὶ ἡδόμενοι, δύσκολοι καὶ ἀπαραίτητοι πρὸς τοὺς ἀδελφοὺς εἰσιν· ὅπου καὶ κύνας χαλεποὺς καὶ ἵππους, πολλοὶ δὲ λύγκας, αἰλούρους, πιθήκους, λέοντας τρέφοντες καὶ ἀγαπῶντες, ἀδελφῶν οὐχ ὑπομένουσιν ὀργὰς ἢ ἀγνοίας ἢ φιλοτιμίας, ἕτεροι δὲ παλλακίσι καὶ πόρναις οἰκίας καὶ ἀγροὺς καταγράφοντες ὑπὲρ οἰκοπέδου καὶ γωνίας πρὸς ἀδελφοὺς διαμονομαχοῦσιν, εἶτα τῷ μισαδέλφῳ μισοπονηρίαν ὄνομα θέμενοι περινοστοῦσιν ἐν τοῖς ἀδελφοῖς τὴν κακίαν προβαλλόμενοι καὶ λοιδοροῦντες, ἐν δὲ τοῖς ἄλλοις μὴ δυσχεραίνοντες ἀλλὰ χρώμενοι πολλῇ καὶ συνόντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION