- 텍스트

Plutarch, De fraterno amore, section 7

(플루타르코스, De fraterno amore, section 7)

διὸ καὶ γονέων κακὴν γηροτρόφον οὖσαν καὶ κακίονα παιδοτρόφον τέκνων ἐκκαθαίρειν προσήκει τὴν μισαδελφίαν.? ἔστι δὲ καὶ πρὸς πολίτας διάβολος καὶ κατήγορος: οἰόνται γὰρ οὐκ ἂν ἐκ τοσῆσδε συντροφίας καὶ συνηθείας καὶ οἰκειότητος ἐχθροὺς καὶ πολεμίους γενέσθαι μὴ πολλὰ καὶ πονηρὰ συνειδότας ἀλλήλοις: μεγάλαι γὰρ αἰτίαι μεγάλην διαλλύουσιν εὔνοιαν καὶ φιλίαν. ὅθεν οὐδὲ ῥᾳδίως αὖθις ἐνδέχονται διαλύσεις: ὥσπερ γὰρ τὰ συμπαγέντα, κἂν χαλάσῃ τὸ ἐχέκολλον, ἐνδέχεται πάλιν δεθῆναι καὶ συνελθεῖν, συμφυοῦς δὲ σώματος ῥαγέντος ἢ σχισθέντος ἔργον ἐστὶ κόλλησιν εὑρεῖν καὶ σύμφυσιν οὕτως αἱ μὲν ὑπὸ χρείας συνημμέναι φιλίαι κἂν διαστῶσιν οὐ χαλεπῶς αὖθις ἀναλαμβάνουσιν, ἀδελφοὶ δὲ τοῦ κατὰ φύσιν ἐκπεσόντες οὔτε ῥᾳδίως συνέρχονται, κἂν συνέλθωσι, ῥυπαρὰν καὶ ὕποπτον οὐλὴν αἱ διαλύσεις ἐφέλκονται. πᾶσα μὲν οὖν ἔχθρα πρὸς ἄνθρωπον ἀνθρώπῳ μετὰ τῶν μάλιστα λυπούντων ἐνδυομένη παθῶν, φιλονεικίας ὀργῆς φθόνου μνησικακίας, ὀδυνηρόν ἐστι καὶ ταραχῶδες: ἡ δὲ πρὸς ἀδελφόν, ᾧ θυσιῶν τε κοινωνεῖν ἀνάγκη καὶ ἱερῶν πατρῴων ὁμόταφόν τε γενέσθαι καί που σύνοικον ἢ γείτονα χωρίων, ἐν ὄμμασιν ἔχει τὸ λυπηρόν, ὑπομιμνήσκουσα καθ ἡμέραν τῆς ἀνοίας καὶ παραφροσύνης, δι ἣν τὸ ἥδιστον καὶ συγγενέστατον πρόσωπον ἰδεῖν σκυθρωπότατον, ἥ τε προσφιλὴς ἐκ νέων φωνὴ καὶ συνήθης ἀκοῦσαι φοβερωτάτη γέγονε.

πολλοὺς δὲ τῶν ἄλλων ἀδελφῶν ὁρῶντες οἰκίᾳ μιᾷ τε χρωμένους καὶ τραπέζῃ καὶ χωρίοις ἀνεμήτοις καὶ ἀνδραπόδοις αὐτοὶ καὶ φίλους διῄρηνται καὶ ξένους, ἐχθρὰ πάντα τὰ προσφιλῆ τοῖς ἀδελφοῖς νέμοντες: κηδεσταὶ καὶ συνήθεις, τῶν πρώτων ὥσπερ ὅπλων ἢ ὀργάνων διαφθαρέντων, ἀδελφοῦ δ ἀντίκτησις οὐκ ἔστιν, ὥσπερ οὐδὲ χειρὸς ἀφαιρεθείσης οὐδ ὄψεως ἐκκοπείσης:

ἀλλ ὀρθῶς ἡ Περσὶς εἶπεν, ἀντὶ τῶν τέκνων ἑλομένη σῶσαι τὸν ἀδελφόν, ὅτι παῖδας μὲν ἑτέρους κτήσασθαι δύναιτ ἄν, ἀδελφὸς δ ἄλλος αὐτῇ, γονέων μὴ ὄντων, οὐκ ἂν γένοιτο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION