- 텍스트

Plutarch, De fraterno amore, section 6

(플루타르코스, De fraterno amore, section 6)

ὁ μὲν οὖν Πεισίστρατος ἐπιγαμῶν ἐνηλίκοις οὖσι τοῖς υἱοῖς ἔφη καλοὺς κἀγαθοὺς ἐκείνους ἡγούμενος ἔτι πλειόνων ἐθέλειν τοιούτων πατὴρ γενέσθαι.? χρηστοὶ δὲ καὶ δίκαιοι παῖδες οὐ μόνον διὰ τοὺς γονεῖς ἀγαπήσουσι μᾶλλον ἀλλήλους, ἀλλὰ καὶ τοὺς γονεῖς δι ἀλλήλους: οὕτως ἀεὶ καὶ φρονοῦντες καὶ λέγοντες, ὅτι τοῖς γονεῦσιν ἀντὶ πολλῶν χάριν ὀφείλοντες μάλιστα διὰ τοὺς ἀδελφοὺς ὀφείλουσιν, ὡς τοῦτο δὴ κτημάτων ἁπάντων τιμιώτατον καὶ ἥδιστον ἔχοντες παρ αὐτῶν. εὖ γέ τοι καὶ Ὅμηρος πεποίηκε Τηλέμαχον ἐν συμφορᾷ τἀνάδελφον τιθέμενον ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων. τῶν πατρῴων ἐπίκληρον εἶναι, καὶ ταῦτα τῶν Μουσῶν γεγονὼς μαθητής, ἃς ὁμοῦ δι εὔνοιαν ἀεὶ καὶ φιλαδελφίαν οὔσας οὕτως ὠνόμαζον, μούσας. πρὸς μὲν οὖν γονεῖς ἡ φιλαδελφία τοιοῦτόν ἐστιν, ὥστε τὸ φιλεῖν ἀδελφὸν εὐθὺς ἀπόδειξιν εἶναι τοῦ καὶ τὴν μητέρα φιλεῖν καὶ τὸν πατέρα, πρὸς δὲ παῖδας αὖ δίδαγμα καὶ παράδειγμα φιλαδελφίας οἱο῀ν οὐθὲν ἄλλο, καὶ τοὐναντίον αὖ πονηρὸν ὥσπερ ἐξ ἀντιγράφου πατρῴου τὴν μισαδελφίαν ἀναλαμβάνουσιν .

ὁ γὰρ ἐν δίκαις καὶ στάσεσι καὶ ἀγῶσι πρὸς ἀδελφοὺς ἐγγεγηρακὼς, εἶτα τοὺς υἱοὺς ὁμονοεῖν παρακαλῶν, ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων, ἀσθενῆ ποιεῖ τοῖς ἔργοις τὸν λόγον. εἰ γοῦν ὁ Θηβαῖος Ἐτεοκλῆς πρὸς τὸν ἀδελφὸν εἰρηκώς, ἄστρων ἂν ἔλθοιμ ἡλίου πρὸς ἀνατολὰς καὶ γῆς ἔνερθε δυνατὸς ὢν δρᾶσαι τάδε, τὴν θεῶν μεγίστην ὥστ ἔχειν τυραννίδα:

τοῖς αὑτοῦ πάλιν παρεκελεύετο τέκνοις, ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ: τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ, τίς οὐκ ἂν αὐτοῦ κατεφρόνησε· ποῖος δ ἂν ἦν ὁ Ἀτρεύς, εἰ τοιαῦτα δειπνίσας τὸν ἀδελφὸν ἐγνωμολόγει πρὸς τοὺς παῖδας, φίλων γε μέντοι χρῆσις ἡ πρὸς αἵματος μόνη κακοῦ ῥέοντος ὠφελεῖν φιλεῖ·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION