- 텍스트

Plutarch, De fraterno amore, section 3

(플루타르코스, De fraterno amore, section 3)

ὁ μὲν οὖν Ἀρκαδικὸς μάντις ἀναγκαίως πόδα ξύλινον προσεποιήσατο καθ Ἡρόδοτον τοῦ οἰκείου στερηθείς:? ἀδελφὸς δὲ πολεμῶν ἀδελφῷ καὶ κτώμενος ὀθνεῖον ἐξ ἀγορᾶς ἢ παλαίστρας ἑταῖρον οὐθὲν ἐοίκεν ἄλλο ποιεῖν ἢ σάρκινον καὶ συμφυὲς ἑκουσίως ἀποκόψας μέλος ἀλλότριον προστίθεσθαι καὶ προσαρμόττειν. αὐτὴ γὰρ ἡ προσδεχομένη καὶ ζητοῦσα φιλίαν καὶ ὁμιλίαν χρεία διδάσκει τὸ συγγενὲς τιμᾶν καὶ περιέπειν καὶ διαφυλάττειν, ὡς ἀφίλους καὶ ἀμίκτους καὶ μονοτρόπους ζῆν μὴ δυναμένους μηδὲ πεφυκότας. ὅθεν ὁ Μένανδρος ὀρθῶς οὐκ ἐκ πότων καὶ τῆς καθ ἡμέραν τρυφῆς ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου φησί, πάτερ. οὐ περιττὸν οἰέτ ἐξευρηκέναι ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν· σκιαὶ γάρ εἰσιν ὄντως αἱ πολλαὶ φιλίαι καὶ μιμήματα καὶ εἴδωλα τῆς πρώτης ἐκείνης, ἣν παισί τε πρὸς γονεῖς ἡ φύσις ἀδελφοῖς τε πρὸς ἀδελφοὺς ἐμπεποίηκε, κἀκείνην ὁ μὴ σεβόμενος μηδὲ τιμῶν ἆρά τίνα πίστιν εὐνοίας τοῖς ἀλλοτρίοις δίδωσιν· ἢ ποῖός τίς ἐστι τὸν ἑταῖρον ἐν φιλοφροσύναις καὶ γράμμασιν ἀδελφὸν προσαγορεύων, τῷ δ ἀδελφῷ μηδὲ τὴν αὐτὴν ὁδὸν οἰόμενος δεῖν βαδίζειν·

ὡς γὰρ εἰκόνα κοσμεῖν ἀδελφοῦ τὸ δὲ σῶμα τύπτειν καὶ ἀκρωτηριάζειν μανικόν, οὕτω τοὔνομα σέβεσθαι καὶ τιμᾶν ἐν ἑτέροις αὐτὸν δὲ μισεῖν καὶ φεύγειν οὐχ ὑγιαίνοντός ἐστιν, οὐδ ἐν νῷ πώποτε τὴν φύσιν ὡς ἁγιώτατον καὶ μέγιστον ἱερῶν λαβόντος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION