호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἀνάρμοστον δὲ καὶ τούτου τοῦ συγγράμματος τέλος εἰληφότος, ἑταῖρε Τιμόκρατες, αὐτοῦ καταπαύσω τὸν λόγον, μὴ καὶ ἡμᾶς τις οἰηθῇ κατὰ τὸν Ἐμπεδοκλέα ἰχθῦς ποτε γεγονέναι.? φησὶ γὰρ ὁ φυσικός ἤδη γάρ ποτ ἐγὼ γενόμην κούρη τε κόρος τε, θάμνος τ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기