- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 66

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 66)

οἱ δὲ νῦν προσποιούμενοι θεοῖς θύειν καὶ συγκαλοῦντες ἐπὶ τὴν θυσίαν τοὺς φίλους καὶ τοὺς οἰκειοτάτους καταρῶνται μὲν τοῖς τέκνοις, λοιδοροῦνται δὲ ταῖς γυναιξί, κλαυθμυρίζουσιν τοὺς οἰκέτας, ἀπειλοῦσι τοῖς πολλοῖς, μονονουχὶ τὸ τοῦ Ὁμήρου λέγοντες:? νῦν δ ἔρχεσθ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα, ἐπὶ νοῦν οὐ λαμβάνοντες τὰ εἰρημένα ὑπὸ τοῦ τὸν Χείρωνα πεποιηκότος, εἴτε Φερεκράτης ἐστὶν εἴτε Νικόμαχος ὁ ῥυθμικὸς ἢ ὅστις δή ποτε: μηδὲ σὺ γ ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν ἄχθου ὁρῶν παρεόντα: κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει:

ἀλλὰ μάλ εὔκηλος τέρπου φρένα τέρπε τ ἐκεῖνον. νῦν δὲ τούτων μὲν οὐδ ὅλως μέμνηνται, τὰ δὲ ἑξῆς αὐτῶν ἐκμανθάνουσιν, ἅπερ πάντα ἐκ τῶν εἰς Ἡσίοδον ἀναφερομένων μεγάλων Ηοἴων πεπαρῴδηται: ἡμῶν δ ἢν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον, ἀχθόμεθ ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα χὤττι τάχιστα θύραζ ἐξελθεῖν βουλόμεθ αὐτόν. εἶτα γνούς πως τοῦθ ὑποδεῖται, κᾆτά τις εἶπε τῶν ξυμπινόντων ἤδη σύ·

τί οὐχ ὑποπίνεις· οὐχ ὑπολύσεις αὐτόν· ὁ δ ἄχθεται αὐτὸς ὁ θύων τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξ ἐλεγεῖα: μηδένα μήτ ἀέκοντα μένειν κατέρυκε παρ ἡμῖν μήθ εὕδοντ ἐπέγειρε, Σιμωνίδη. οὐ γὰρ ἐπ οἴνοις τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα· ἔτι δὲ καὶ ταῦτα προστίθεμεν μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελον εἶναι ἐκ κοινοῦ: πλείστη τε χάρις δαπάνη τ ὀλιγίστη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION