호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰσ δ’ εὐωχίασ ἐκάλουν οὐκ ἀπὸ τῆσ ὀχῆσ, ἥ ἐστι τροφή, ἀλλ’ ἀπὸ τοῦ κατὰ ταῦτα εὖ ἔχειν. εἰσ ἃσ δὴ συνιόντεσ οἱ τὸ θεῖον τιμῶντεσ καὶ εἰσ εὐφροσύνην καὶ ἄνεσιν αὑτοὺσ μεθιέντεσ τὸ μὲν ποτὸν μέθυ, τὸν δὲ τοῦτο δωρησάμενον θεὸν Μεθυμναῖον καὶ Λυαῖον καὶ Εὐιόν καὶ Ιἤιον προσηγόρευον, ὥσπερ καὶ τὸν μὴ σκυθρωπὸν καὶ σύννουν ἱλαρόν. διὸ καὶ τὸ δαιμόνιον ἵλεων ἠξίουν γίνεσθαι ἐπιφωνοῦντεσ ἰὴ ἰή. ὅθεν καὶ τὸν τόπον ἐν ᾧ τοῦτο ἔπραττον ἱερὸν ὠνόμαζον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기