호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λάπτειν δὲ τὸ τὴν τροφὴν ἐκπέττειν καὶ κενούμενον λαγαρὸν γίγνεσθαι:? ὅθεν ἀπὸ μὲν τοῦ λαγαροῦ ἡ λαγών, ὥσπερ καὶ λάγανον, ἀπὸ δὲ τοῦ λαπάττειν λαπάρα. λαφύττειν δέ ἐστι τὸ δαψιλῶς καὶ ἐπὶ πολὺ λαπάττειν καὶ ἐκκενοῦν. τὸ δὲ δαπανᾶν ἀπὸ τοῦ δάπτειν λέγεται: καὶ τοῦτο δὲ τοῦ δαψιλοῦς ἔχεται. διόπερ ἐπὶ τῶν ἀπλήστως καὶ θηριωδῶς ἐσθιόντων τὸ δάψαι καὶ δαρδάψαι. Ὅμηρος: ἀλλ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기