호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Ἴφικλος κόρακας θηρεύσας καὶ ἀλείψας γύψῳ ἀφῆκεν.? Φάλανθος δ ἰδὼν τοὺς κόρακας ἐπορεύετο καὶ ἐπὶ τὸν κρατῆρα: ὡς δὲ καὶ τοὺς ἰχθῦς εἶδεν, ὑπέλαβε τὴν χώραν οὐκ ἔτι αὑτῶν εἶναι καὶ ἐπεκηρυκεύσατο πρὸς τὸν Ἴφικλον, ὑπόσπονδος ὑπεξελθεῖν ἀξιῶν μετὰ τῶν σὺν αὑτῷ. συγκαταθεμένου δὲ τοῦ Ἰφίκλου ἐπιτεχνᾶται ὁ Φάλανθος τοιόνδε τι: καταβαλὼν ἱερεῖα καὶ τὰς κοιλίας ἐκκαθάρας ἐν ταύταις ἐπειρᾶτο ἐξάγειν χρυσίον καὶ ἀργύριον: αἰσθόμενος δὲ ὁ Ἴφικλος διεκώλυε. προφέροντός τε τοῦ Φαλάνθου τὸν ὁρ´κον ὃν ὤμοσεν, ἐάσειν ἐξάγεσθαι ὅ τι κα τᾷ γαστρὶ αἴρωνται, ἀντισοφίζεται πλοῖα αὐτοῖς διδοὺς ἵνα ἀποκομισθῶσιν, παραλύσας τὰ πηδάλια καὶ τὰς κώπας καὶ τὰ ἱστία, ὀμόσαι φήσας πλοῖα παρέξειν, ἄλλο δὲ οὐδέν. ἐν ἀπορίᾳ δὲ οἱ Φοίνικες ἐχόμενοι πολλὰ μὲν τῶν χρημάτων κατώρυσσον ἐπισημαινόμενοι τοὺς τόπους, ἵν ὕστερόν ποτε ἀνέλωνται ἀφικόμενοι, πολλὰ δὲ τῷ Ἰφίκλῳ κατέλειπον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기