호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ κατὰ θεὸν ἐν τοῖς προκειμένοις, φίλτατε Οὐλπιανέ, ἢ ὑμεῖς, γραμματικῶν παῖδες, εἴπατέ μοι τίνι ἐννοίᾳ ὁ Ἔφιππος ἐν τοῖς προειρημένοις ἔφη:? τὸ μοσχίον τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν. ἐγὼ γὰρ οἰόμαι ἱστορίαν τινὰ εἶναι καὶ ποθῶ μαθεῖν. καὶ ὁ Πλούταρχος ἔφη Ῥοδιακὴν εἶναι λεγομένην ἱστορίαν, ἣν ἐπὶ τοῦ παρόντος ἀποστοματίζειν οὐ δύνασθαι τῷ πάνυ πρὸ πολλοῦ ἐντετυχηκέναι τῷ ταῦτα περιέχοντι βιβλίῳ. οἶδα δὲ Φοίνικα τὸν Κολοφώνιον ἰαμβοποιὸν μνημονεύοντά τινων ἀνδρῶν ὡς ἀγειρόντων τῇ κορώνῃ, καὶ λέγοντα ταῦτα: ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων τῇ παιδὶ τἀπόλλωνος ἢ λέκος πυρῶν ἢ ἄρτον ἢ ἤμαιθον ἢ ὅ τι τις χρῄζει, δότ, ὦγαθοί, τι τῶν ἕκαστος ἐν χερσὶν ἔχει κορώνῃ: χἄλα λήψεται χόνδρον φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι: ὁ νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει.
ὦ παῖ, θύρην ἄγκλινε: πλοῦτος ἤκουσε, καὶ τῇ κορώνῃ παρθένος φέρει σῦκα. θεοί, γένοιτο πάντ ἄμεμπτος ἡ κούρη κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι: καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη, θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις. ἐγὼ δ ὅκου πόδες φέρουσιν, εὐφθόγγοις:
ἀμείβομαι Μούσῃσι πρὸς θύρῃσ1 ᾄδων καὶ δόντι καὶ μὴ δόντι πλέονα τῶν αἰτέω, καὶ ἐπὶ τέλει δὲ τοῦ ἰάμβου φησὶν ἀλλ, ὦγαθοί, ἐπορέξαθ ὧν μυχὸς πλουτεῖ: δός, ὧ ἄναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη: νόμος κορώνῃ χεῖρα δοῦν: ἐπαιτούσῃ. τοιαῦτ ἀείδω, δός τι καὶ καταχρήσει. κορωνισταὶ δὲ ἐκαλοῦντο οἱ τῇ κορώνῃ ἀγείροντες, ὥς φησι Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ τὰ ᾀδόμενα δὲ ὑπ αὐτῶν κορωνίσματα καλεῖται, ὡς ἱστορεῖ Ἁγνοκλῆς ὁ Ῥόδιος ἐν Κορωνισταῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기