- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 54

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 54)

ὁ δὲ Ἀθηναῖος Μνησίθεος ἐν τῷ περὶ ἐδεστῶν τῶν μειζόνων φησὶν ἰχθύων γένος ὑφ ὧν μὲν καλεῖσθαι τμητόν, ὑπ ἄλλων δὲ πελάγιον, οἱο῀ν χρυσόφρυς καὶ γλαύκους καὶ φάγρους.? εἰσὶ δὲ δυσκατέργαστοι: κατεργασθέντες δὲ πολλαπλασίαν τροφὴν παρέχουσι. τὸ δὲ τῶν ἀλεπιδώτων γένος, οἱο῀ν θύννων, σκόμβρων, θυννίδων, γόγγρων καὶ τῶν τοιούτων, συμβαίνει τούτοις καὶ ἀγελαίοις εἶναι. τὰ μὲν οὖν μήτε καθ αὑτὰ φαινόμενα μήτ ἐν ταῖς ἀγέλαις ἐκφερόμενα μᾶλλόν ἐστιν εὔπεπτα, οἱο῀ν γόγγροι καὶ καρχαρίαι καὶ τὰ τοιαῦτα, τὰ δὲ ἀγελαῖα γένη τῶν ἰχθύων τούτων τὴν μὲν ἐδωδὴν ἡδεῖαν ἔχει πίονα γάρ ἐστι, βαρεῖαν δὲ καὶ δυσκατέργαστον. διὸ καὶ ταριχεύεσθαι δύναται μάλιστα καὶ ἐστι τῶν ταριχηρῶν βέλτιστα γένη ταῦτα. χρήσιμοι δ εἰσὶν ὀπτοί:

τήκεται γάρ τὸ πιμελῶδες αὐτῶν. τὰ δὲ καλούμενα δαρτὰ τὸ μὲν ὅλον ἐστὶν ὅσα τραχεῖαν ἔχει τὴν ἐπίφυσιν τοῦ δέρματος, οὐ λεπίσιν, ἀλλ οἱο῀ν ἔχουσιν αἱ βατίδες καὶ ῥῖναι. ταῦτα δὲ πάντα ἐστὶ μὲν εὔθρυπτα, οὐκ εὐώδη δέ: καὶ τροφὰς ἐμποιεῖ τοῖς σώμασιν ὑγράς, ὑπάγει δὲ καὶ τὰς κοιλίας μάλιστα πάντων τῶν ἑψομένων ἰχθύων τὰ δὲ ὀπτώμενα χείρονα. τὸ δὲ τῶν μαλακίων γένος, οἱο῀ν πολυπόδων τε καὶ σηπιῶν καὶ τῶν τοιούτων, τὴν μὲν σάρκα δύσπεπτον ἔχει: διὸ καὶ πρὸς ἀφροδισιασμοὺς ἁρμόττουσιν. αὐτοὶ μὲν γάρ εἰσι πνευματώδεις, ὁ δὲ τῶν ἀφροδισιασμῶν καιρὸς πνευματώδους προσδεῖται διαθέσεως, βελτίω δὲ ταῦτα γίνεται ἑψηθέντα.

τὰς γάρ ὑγρότητας ἔχει πονηράς: ἰδεῖν γοῦν ἔστιν οἱάς ἀφίησιν πλυνόμενα: ταύτας οὖν ἡ ἕψησις ἐκκαλεῖται τῆς σαρκός, μαλακῆς γὰρ τῆς πυρώσεως καὶ μεθ ὑγροῦ διδομένης οἱονεὶ πλύσις τις αὐτῶν γίνεται, τὰ δ ὀπτώμενα καταξηραίνει τὰς ὑγρότητας: ἔχει γίνεσθαι αὐτά.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION