호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θυννὶς δὲ καὶ θύννος βαρεῖς καὶ πολύτροφοι.? ὁ δὲ καλούμενος ἀκαρνὰν γλυκύς ἐστι καὶ παραστύφων, τρόφιμος δὲ καὶ εὐέκκριτος. ἡ δὲ ἀφύη βαρεῖά ἐστι καὶ δύσπεπτος: ὧν ἡ λευκὴ καλεῖται κωβῖτις. καὶ ὁ ἑψητὸς δέ, τὸ μικρὸν ἰχθύδιον, τοῦ αὐτοῦ γένους ἐστί. τῶν δὲ σελαχίων ὁ μὲν βοῦς κρεώδης, ὁ δὲ γαλεὸς κρείσσων ὁ ἀστερίας λεγόμενος: ὁ δὲ ἀλωπεκίας ὅμοιός ἐστι τῇ γεύσει τῷ χερσαίῳ ζῴῳ, διὸ καὶ τοῦ ὀνόματος ἔτυχε, καὶ ἡ βατὶς δὲ εὔστομος, ἡ δὲ ἀστερία βατὶς ἁπαλωτέρα καὶ εὔχυλος: ὁ δὲ λειόβατος δυσκοιλιώτερος καὶ βρωμώδης. ἡ δὲ νάρκη, δύσπεπτος οὖσα, τὰ μὲν κατὰ τὴν κεφαλὴν ἁπαλά τε καὶ εὐστόμαχα ἔχει, ἔτι δὲ εὔπεπτα, τὰ δὲ ἄλλα οὔ: κρείττονες δέ εἰσιν αἱ μικραὶ καὶ μάλιστα αἱ λιτῶς ἑψόμεναι.
ἡ δὲ ῥίνη: καὶ αὐτὴ τῶν σελαχίων οὖσα, εὔπεπτός ἐστι καὶ κούφη. ἡ δὲ μείζων καὶ τροφιμωτέρα. κοινῶς δὲ πάντα τὰ σελάχια φυσώδη ἐστὶ καὶ κρεώδη καὶ δυσκατέργαστα πλεοναζόμενά τε τὰς ὄψεις ἀμβλύνει, ἡ δὲ σηπία καὶ ἑψομένη μὲν ἁπαλὴ καὶ εὔστομος καὶ εὔπεπτος, ἔτι δ εὐκοίλιος: ὁ δ ἀπ: αὐτῆς χυλὸς λεπτυντικός ἐστιν αἵματος καὶ κινητικὸς τῆς δι αἱμορροίδων ἐκκρίσεως. τευθὶς δὲ εὐπεπτοτέρα καὶ τρόφιμος, καὶ μᾶλλον ἡ μικρά:
ἡ δὲ ἑφθὴ σκληροτέρα ἐστὶ καὶ οὐκ εὔστομος. ὁ δὲ πῶλυψ συνεργεῖ μὲν ἀφροδισίοις, σκληρὸς δ ἐστὶ καὶ δύσπεπτος: ὁ δὲ μείζων τροφιμώτερος. παρυγραίνει δὲ καὶ κοιλίαν ἑψόμενος ἐπὶ πλεῖον καὶ τὸν στόμαχον ἵστησιν. ἐμφανίζει δὲ καὶ Ἄλεξις ἐν Παμφίλῃ τοῦ πολύποδος τὸ χρήσιμον λέγων ὧδε: ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει ὧν νῦν φέρων πάρειμι· κήρυκας, κτένας, βολβοὺς μέγαν τε πουλύπουν ἰχθῦς θ ἁδρούς. ἡ δὲ πηλαμὺς πολύτροφος μέν ἐστι καὶ βαρεῖα, οὐρητικὴ δὲ καὶ δύσπεπτος: ταριχευθεῖσα δὲ κυβίῳ ὁμοίως εὐκοίλιος καὶ λεπτυντική:
ἡ δὲ μείζων συνοδοντὶς καλεῖται. ἀναλογῶν μέντοι ὁ χελιδονίας τῇ πηλαμύδι σκληρότερός ἐστιν. ἡ δὲ χελιδών ἡ τῷ πουλύπῳ ἐοικυῖα ἔχει τὸ ἀφ αὑτῆς ὑγρὸν εὔχροιαν ποιοῦν καὶ κινοῦν αἷμα. ὁ δὲ ὄρκυνος βορβορώδης: καὶ ὁ μείζων προσέοικε τῷ χελιδονίᾳ κατὰ τὴν σκληρότητα, τὰ δὲ ὑπογάστρια αὐτοῦ καὶ ἡ κλεὶς εὔστομα καὶ ἁπαλά, οἱ δὲ κοσταὶ λεγόμενοι ταριχευθέντες εἰσὶ μέσοι, ξανθίας δ ἐπὶ ποσὸν βρωμώδης ἐστὶν καὶ ἁπαλώτερος τοῦ ὀρκύνου.
ταῦτα μὲν οὖν ὁ Δίφιλος εἴρηκεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기