호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀγὼ δέ, ἄνδρεσ συνδαιταλῆσ, ἀπὸ τῶν πολλῶν τούτων λόγων τὴν ὁρμὴν ἔχω ἐπὶ τὸ ἤδη γαστρίζεσθαι. εἰπόντοσ οὖν τινοσ ἔτι παρασκευάζεσθαι τοὺσ μαγείρουσ διὰ τὴν πολλὴν τῶν λόγων ἑστίασιν ἵνα μὴ ψυχρὰ παρατιθῶσιν οὐδεὶσ γὰρ ἂν φάγοι ψυχρῶν, ὁ Κύνουλκοσ ἔφη· κατὰ τὸν Ἀλέξιδοσ τοῦ κωμῳδιοποιοῦ Μίλκωνα. ἐγὼ ̔ φησιν’ κἂν μὴ παραθῶσι θερμά, τἀγαθὸν Πλάτων ἁπανταχοῦ φησ1’ ἀγαθὸν εἶναι, μανθάνεισ; τὸ δ’ ἡδὺ πάντωσ ἡδὺ κἀκεῖ κἀνθάδε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기