- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 49

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 49)

δελφῖνα δὲ καί τινας τῶν ἰχθύων παρακατακλινομένους ὀχεύειν, καὶ εἶναι τῶν μὲν δελφίνων βραδεῖαν τὴν μῖξιν, τῶν δὲ ἰχθύων ταχεῖαν.? ἔτι ὁ λέων, φησί, στερέμνια ἔχει τὰ ὀστᾶ , καὶ κοπτομένων αὐτῶν ὥσπερ ἐκ τῶν λίθων πῦρ ἐκλάμπειν. δελφὶς δὲ ὀστᾶ μὲν ἔχει καὶ οὐκ ἄκανθαν, τὰ δὲ σελάχη καὶ χόνδρον καὶ ἄκανθαν. τῶν δ ἰχθύων . . , τὰ μὲν εἶναι χερσαῖα, τὰ δὲ ἔνυδρα, τὰ δὲ πυριγενῆ. εἶναι δέ τινα καὶ ἐφήμερα καλούμενα, ἃ μίαν μόνην ἡμέραν ζῆν. τὰ δὲ ἀμφίβια εἶναι ὡς τὸν ποτάμιον ἵππον καὶ κροκόδειλον καὶ ἔνυδριν. πάντα τε τὰ ζῷα δύο ἡγεμόνας ἔχειν πόδας, καρκίνον δέ τέσσαρας, ὅσα δ ἔναιμά ἐστι, φησί, τῶν ζῴων ἢ ἄποδά ἐστιν ἢ δίποδα ἢ τετράποδα, ὅσα δὲ τῶν τεσσάρων πλείονας ἔχει πόδας ἄναιμά ἐστι. διὸ καὶ πάντα τὰ κινούμενα τέτταρσι σημείοις κινεῖται: ἄνθρωπος μὲν β ποσὶ καὶ β χερσίν, ὄρνις δὲ β ποσὶ καὶ β πτέρυξιν, ἔγχελυς καὶ γόγγρος δύο πτερυγίοις καὶ δύο καμπαῖς. ἔτι τῶν ζῴων τὰ μὲν ἔχει χεῖρας, ὡς ἄνθρωπος, τὰ δὲ δοκεῖ, ὡς πίθηκος: οὐδὲν γὰρ τῶν ἀλόγων ζῴων δίδωσι καὶ λαμβάνει, πρὸς ἅπερ αἱ χεῖρες ὄργανα δέδονται, πάλιν τῶν ζῴων τὰ μὲν ἄρθρα ἔχει, ὡς ἄνθρωπος, ὄνος, βοῦς, τὰ δὲ ἄναρθρά ἐστιν, οἱο῀ν ὄφεις, ὄστρεα, πλεύμονες.

πολλά τε τῶν ζῴων οὐ κατὰ πᾶσαν ὡρ´αν φαίνεται, οἱο῀ν τὰ φωλεύοντα, καὶ ὅσα δὲ μὴ φωλεύει οὐκ αἰεὶ φαίνεται, οἱο῀ν χελιδόνες καὶ πελαργοί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION