호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς δὲ τὸν ἐπαινοῦντα ἵνα λάβῃ τι, αὐτὸς ἔφη μείζων εἶναι πτωχός, ἐν μικρᾷ δὲ πόλει διδάσκων ἔφη αὕτη οὐ πόλις ἐστίν, ἀλλὰ μόλις ἐν Πέλλῃ δὲ πρὸς φρέαρ προσελθὼν ἠρώτησεν εἰ πότιμόν ἐστιν.? εἰπόντων δὲ τῶν ἱμώντων ἡμεῖς γε τοῦτο πίνομεν οὐκ ἄρ ἔφη, πότιμόν ἐστιν ἐτύγχανον δ οἱ ἄνθρωποι χλωροὶ ὄντες. ἐπακούσας δὲ τῆς Ὠδῖνος τῆς Τιμοθέου εἰ δ ἐργολάβον ἔφη, : ἔτικτεν καὶ μὴ θεόν, ποίας ἂν ἠφίει φωνάς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기