- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 45

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 45)

νικήσας δ ἐν Σικυῶνι τοὺς ἀνταγωνιστὰς ἀνέθηκεν εἰς τὸ Ἀσκληπιεῖον τρόπαιον ἐπιγράψας:? Στρατόνικος ἀπὸ τῶν κακῶς κιθαριζόντων. ᾄσαντος δέ τινος, ἤρετο τίνος τὸ μέλος, εἰπόντος δ ὅτι Καρκίνου, πολύ γε μᾶλλον ἔφη, ἢ ἀνθρώπου ἐν Μαρωνείᾳ δ ἔφη οὐ γίνεσθαι ἐάρ, ἀλλ ἀλέαν. ἐν Φασήλιδι δὲ πρὸς τὸν παῖδα διαμφισβητοῦντος τοῦ βαλανέως περὶ τοῦ ἀργυρίου ἦν γὰρ νόμος πλείονος λούειν τοὺς ξένους ὦ μιαρέ , ἔφη, παῖ, παρὰ χαλκοῦν με μικροῦ Φασηλίτην ἐποίησας. πρὸς δὲ τὸν ἐπαινοῦντα ἵνα λάβῃ τι, αὐτὸς ἔφη μείζων εἶναι πτωχός, ἐν μικρᾷ δὲ πόλει διδάσκων ἔφη αὕτη οὐ πόλις ἐστίν, ἀλλὰ μόλις ἐν Πέλλῃ δὲ πρὸς φρέαρ προσελθὼν ἠρώτησεν εἰ πότιμόν ἐστιν.

εἰπόντων δὲ τῶν ἱμώντων ἡμεῖς γε τοῦτο πίνομεν οὐκ ἄρ ἔφη, πότιμόν ἐστιν ἐτύγχανον δ οἱ ἄνθρωποι χλωροὶ ὄντες. ἐπακούσας δὲ τῆς Ὠδῖνος τῆς Τιμοθέου εἰ δ ἐργολάβον ἔφη, : ἔτικτεν καὶ μὴ θεόν, ποίας ἂν ἠφίει φωνάς. Πολυίδου δὲ σεμνυνομένου ὡς ἐνίκησε Τιμόθεον ὁ μαθητὴς αὐτοῦ Φιλωτᾶς, θαυμάζειν ἔφη, εἰ ἀγνοεῖς ὅτι αὐτὸς μὲν ψηφίσματα ποιεῖ, Τιμόθεος δὲ νόμους.

πρὸς Ἄρειον δὲ τὸν ψάλτην ὀχλοῦντά τι αὐτὸν ψάλλ ἐς κόρακας ἔφη. ἐν Σικυῶνι δὲ πρὸς νακοδέψην γεγενημένον, ἐπεὶ ἐλοιδορεῖτό τι αὐτῷ καὶ κακόδαιμον ἔφη, νακόδαιμον ἔφη. τοὺς δὲ Ῥοδίους ὁ αὐτὸς Στρατόνικος σπαταλῶνας καὶ θερμοπότας θεωρῶν ἔφη αὐτοὺς λευκοὺς εἶναι Κυρηναίους. Ῥόδον ἐκάλει μνηστήρων πόλιν, χρώματι μὲν εἰς ἀσωτίαν διαλλάττειν ἐκείνων ἡγούμενος αὐτούς, ὁμοιότητι δ εἰς καταφέρειαν ἡδονῆς τὴν πόλιν μνηστήρων εἰκάζων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION