호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κλέαρχος δ ἐν δευτέρῳ περὶ φιλίας Στρατόνικος, φησίν, .? ὁ κιθαριστὴς ἀναπαύεσθαι μέλλων ἐκέλευεν ἀεὶ τὸν παῖδα προσφέρειν αὑτῷ πιεῖν: "ἵνα δὲ μὴ διψήσω. "ὃς ἂν καταμηνύσῃ τὸν τὸ προοίμιον ᾄσαντα κιθαρῳδόν, λήψεται χιλίας δραχμάς. ἐρωτηθεὶς δ ὑπό τινος τίνες εἰσὶν οἱ μοχθηρότατοι, τῶν ἐν Παμφυλίᾳ Φασηλίτας μὲν ἔφησε μοχθηροτάτους εἶναι, Σιδήτας δὲ τῶν ἐν τῇ οἰκουμένῃ. πάλιν δ: ἐπερωτηθείς, ὥς φησιν Ἡγήσανδρος, πότερα Βοιωτοὶ βαρβαρώτεροι τυγχάνουσιν ὄντες ἢ Θετταλοί, Ἠλείους ἔφησεν. ἀναστήσας δέ ποτε καὶ τρόπαιον ἐν τῇ διατριβῇ ἐπέγραψε κατὰ τῶν κακῶς κιθαριζόντων ἐρωτηθεὶς δὲ ὑπὸ τινος τίνα τῶν πλοίων ἀσφαλέστατά ἐστι, τὰ μακρὰ ἢ τὰ στρογγύλα, τὰ νενεωλκημένα εἶπεν.
ἐν Ῥόδῳ δ ἐπίδειξιν ποιούμενος, ὡς οὐδεὶς ἐπεσημήνατο, καταλιπὼν τὸ θέατρον ἐξῆλθεν εἰπὼν ὅπου τὸ ἀδάπανον οὐ ποιεῖτε, πῶς ἐγὼ ἐλπίζω παρ ὑμῶν ἔρανον λήψεσθαι· γυμνικοὺς δὲ ἀγῶνας, ἔφη, διατιθέτωσαν Ἠλεῖοι, Κορίνθιοι δὲ θυμελικούς, Ἀθηναῖοι δὲ σκηνικούς, εἰ δέ τις τούτων πλημμελοίη, μαστιγούσθωσαν Λακεδαιμόνιοι ἐπισκώπτων τὰς παρ αὐτοῖς ἀγομένας μαστιγώσεις, ὥς φησι Χαρικλῆς ἐν τῷ πρώτῳ περὶ τοῦ ἀστικοῦ ἀγῶνος. Πτολεμαίου δὲ τοῦ βασιλέως περὶ κιθαριστικῆς πρὸς αὐτὸν διαλεγομένου φιλονικότερον, ἕτερόν ἐστιν εἶπεν, ῾ ὦ βασιλεῦ, σκῆπτρον, ἕτερον δὲ πλῆκτρον, ὥς φησι Καπίτων ὁ ἐποποιὸς ἐν δ# τῶν πρὸς Φιλόπαππον ὑπομνημάτων, παρακληθεὶς δ ἀκοῦσαί ποτε κιθαρῳδοῦ μετὰ τὴν ἀκρόασιν ἔφη:
τῷ δ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ ἀνένευσε.
καί τινος εἰπόντος τὸ ποῖον· ἔφη κακῶς μὲν κιθαρίζειν ἔδωκεν, ᾄδειν δὲ καλῶς ἀνένευσε δοκοῦ δέ ποτε καταπεσούσης καὶ ἀποκτεινάσης ἕνα τῶν πονηρῶν ἄνδρες ἔφη, δοκῶ, εἰσὶ θεοί: εἰ δὲ μή εἰσι, δοκοί εἰσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기