호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τάχα δὲ καὶ ὑμεῖς, ἄνδρες φίλοι, ἑκόντες παρελίπετε ὡς ἱερόν τινα ἰχθὺν τὸν παρ Ἐφίππῳ τῷ κωμῳδιοποιῷ, ὅν φησι τῷ Γηρυόνῃ σκευάζεσθαι ἐν τῷ ὁμωνύμῳ δράματι διὰ τούτων λέγων τούτῳ δ ὁπόταν ναέται χώρας ἰχθὺν τιν ἕλωσ1 οὐχ ἡμέριον, τῆς περικλύστου δ ἁλίας Κρήτης μείζω μεγέθει, λοπὰς ἐστ αὐτῷ δυνατὴ τούτους χωρεῖν ἑκατόν.? καὶ περιοίκους εἶναι ταύτῃ Σινδούς, Λυκίους, Μυγδονιώτας, Κραναούς, Παφίους. τούτους δ ὕλην κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ τὸν μέγαν ἰχθὺν καὶ προσάγοντας καθ ὅσον πόλεως ἕστηκεν ὁρ´ος, τοὺς δ ὑποκαίειν. λίμνην δ ἐπάγειν ὕδατος μεστὴν εἰς τὴν ἅλμην, τοὺς δ ἅλας αὐτῷ ζεύγη προσάγειν μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν. περιπλεῖν δ ἐπὶ τοῖς ἄμβωσιν ἄνω πέντε κέλητας πεντασκάλμους, περιαγγέλλειν τ:
"οὐχ ὑποκαίεις, Λυκίων πρύτανι· "ψυχρὸν τουτί: "παύου φυσῶν, Μακεδὼν ἄρχων : "σβέννυ, Κέλθ, ὡς μὴ προσκαύσῃς. οὐκ ἀγνοῶ δ ὅτι τὰ αὐτὰ ταῦτα εἴρηκεν ὁ Ἔφιππος κἀν Πελταστῇ τῷ δράματι, ἐν ᾧ καὶ ταῦτα ἐκείνοις ὑποτέτακται: τοιαῦθ ὑθλῶν δειπνεῖ καὶ ζῇ θαυμαζόμενος μετὰ μειρακίων, οὐ γινώσκων ψήφων ἀριθμούς, σεμνὸς σεμνῶς χλανίδ ἕλκων.
εἰς τίνα δὲ ταῦτ ἀποτεινόμενος ὁ Ἔφιππος εἴρηκεν ὡρ´α σοι ζητεῖν, καλὲ Οὐλπιανέ, καὶ διδάσκειν ἡμᾶς καὶ τῶν εἰρημένων τούτων εἲ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπαναδίπλαζε καὶ σαφῶς ἐκμάνθανε: σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι, κατὰ τὸν Αἰσχύλου Προμηθέα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기