- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 36

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 36)

εἴρηται δὲ καὶ ὁ ὀψοφάγος, ὦ ἑταῖροι, καὶ τὸ ὀψοφαγεῖν.? Ἀριστοφάνης ἐν Νεφέλαις δευτέραις: οὐδ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν. Κηφισόδωρος Υἵ: οὐδ ὀψοφάγος οὐδ ἀδολέσχης. Μάχων Ἐπιστολῇ: ὀψοφάγος εἰμί. τοῦτο δ ἐστὶ τῆς τέχνης θεμέλιος ἡμῖν: προσπεπονθέναι τι δεῖ τὸν μὴ τὰ παραδοθέντα: λυμανούμενον. ὁ πεφροντικὼς αὑτοῦ γάρ οὐκ ἔσται κακός, ἔπειτ ἐπὰν ᾖ καθαρὰ τᾀσθητήρια, οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά, ἅλας οὐκ ἔχει: προσένεγκ. ἔτ ἐπιδεῖταί τινος ἑτέρου: πάλιν γεύου σὺ μέχρι ἂν ἡδὺς ᾖ: ὥσπερ λύραν ἐπίτειν ἑώς ἂν ἁρμόσῃ. νικολαίδας μυκόνιος πρὸς τούτοις τοῖς ὀψοφάγοις, ἄνδρες ἑταῖροι, οἶδα καὶ τὸν παρ Ἠλείοις τιμώμενον Ὀψοφάγον Ἀπόλλωνα, μνημονεύει δὲ αὐτοῦ Πολέμων ἐν τῇ πρὸς Ἄτταλον ἐπιστολῇ.

Ἀλφειώσας Ἀρτέμιδος ἱερῷ Κλεάνθους δ ἐστὶ τοῦ Κορινθίου, ἐν ᾗ Ποσειδῶν πεποίηται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι, ὡς ἱστορεῖ Δημήτριος ἐν ὀγδόῳ Τρωικοῦ διακόσμου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION