호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡδύλος δ ἐν ἐπιγράμμασιν ὀψοφάγους καταλέγων Φαίδωνος μὲν τινος ἐν τούτοις μέμνηται:? Φαίδων δὲ φύσκι ἐνείκαι χορδὰς θ ὁ ψάλτης: ἐστὶ γὰρ ὀψοφάγος. Ἄγιδος δ ἐν τούτοις: ἑφθὸς ὁ κάλλιχθυς: νῦν ἔμβαλε τὴν βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἆγις ὁ τῶν λοπάδων: γίνεθ ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται, ἀλλ ἀπόκλειε ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς χρυσορόης ἐπὶ τήνδ Ἀκρισίου λοπάδα. καὶ γυναῖκα δέ τινα Κλειὼ ἐπὶ τοῖς ὁμοίοις σκώπτων φησίν: ὀψοφάγει, Κλειοῖ: καταμύομεν: ἢν δὲ θελήσῃς, ἔσθε μόνη. δραχμῆς ἐστιν ὁ γόγγρος ἅπας.
θὲς μόνον ἢ ζώνην ἢ ἐνώτιον ἤ τι τοιοῦτον σύσσημον. τὸ δ ὁρᾶν μαινομένου λέγομεν. ἡμετέρη σὺ Μέδουσα: λιθούμεθα πάντες ἀπλάτου οὐ Γοργοῦς, γόγγρου δ οἱ μέλεοι λοπάδι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기