호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φόρυσκον δέ φησιν Ἡγήσανδρος τὸν ἰχθυοφάγον οὐ δυνηθέντα ὅσον ἤθελεν ἀφελεῖν τοῦ ἰχθύος, ἀλλ ἀκολουθήσαντος αὐτῷ πλείονος εἰπεῖν τὰ δ ἀντιτείνοντ αὐτόπρεμν ἀπόλλυται, καὶ ὅλον τὸν ἰχθὺν ἀναλῶσαι.? βίων δὲ προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρε καὶ δαψιλῶς φαγὼν ἐπεῖπεν: Ἰνὼ δὲ τἀπὶ θάτερ ἐξειργάζετο. Θεόκριτος δ ὁ Χῖος τελευτησάσης τῆς γυναικὸς Διοκλεῖ τῷ ὀψοφάγῳ, ἐπειδὴ ποιῶν αὐτῇ τὸ περίδειπνον πάλιν ὠψοφάγει κλαίων ἅμα, παῦσαι φησί, κλαίων, ὦ πόνηρε:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기