호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φόρυσκον δέ φησιν Ἡγήσανδρος τὸν ἰχθυοφάγον οὐ δυνηθέντα ὅσον ἤθελεν ἀφελεῖν τοῦ ἰχθύος, ἀλλ ἀκολουθήσαντος αὐτῷ πλείονος εἰπεῖν τὰ δ ἀντιτείνοντ αὐτόπρεμν ἀπόλλυται, καὶ ὅλον τὸν ἰχθὺν ἀναλῶσαι.? βίων δὲ προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρε καὶ δαψιλῶς φαγὼν ἐπεῖπεν: Ἰνὼ δὲ τἀπὶ θάτερ ἐξειργάζετο. Θεόκριτος δ ὁ Χῖος τελευτησάσης τῆς γυναικὸς Διοκλεῖ τῷ ὀψοφάγῳ, ἐπειδὴ ποιῶν αὐτῇ τὸ περίδειπνον πάλιν ὠψοφάγει κλαίων ἅμα, παῦσαι φησί, κλαίων, ὦ πόνηρε: οὐδὲν γὰρ πλέον ὀψοφαγῶν ποιήσεις τοῦ δ αὐτοῦ καὶ τὸν ἀγρὸν καταβεβρωκότος εἰς ὀψοφαγίαν, ἐπειδὴ θερμόν ποτε καταβροχθίσας ἰχθὺν ἔφησε τὸν οὐρανὸν κατακεκαῦσθαι, λοιπόν, ἔφησεν, ἐστίν, ὁ Θεόκριτος, : σοι καὶ τὴν θάλασσαν ἐκπιεῖν, καὶ ἔσῃ τρία τὰ μέγιστα ἠφανικώς, γῆν καὶ θάλατταν καὶ οὐρανόν Κλέαρχος δ ἐν τοῖς περὶ βίων φίλιχθύν τινα ἀναγράφων φησὶν οὕτως: Τέχνων ὁ παλαιὸς αὐλητὴς Χάρμου τοῦ αὐλητοῦ τελευτήσαντος ἦν δὲ φίλιχθυς ἀποπυρίδας ἐπὶ τοῦ μνήματος ἐνήγιζεν αὐτῷ.
` καὶ Ἄλεξις δ ὁ ποιητὴς ἦν ὀψοφάγος, ὡς ὁ Σάμιός φησι Λυγκεύς: καὶ σκωπτόμενος ὑπό τινων σπερμολόγων εἰς ὀψοφαγίαν ἐρομένων τε ἐκείνων τί ἂν ἥδιστα φάγοι, ὁ Ἄλεξις σπερμολόγους ἔφη, πεφρυγμένους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기