호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δημοσθένης δ ὁ ῥήτωρ Φιλοκράτην, ἐπειδὴ ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἠγόραζεν, εἰς ἀσέλγειαν καὶ ὀψοφαγίαν λοιδορεῖ.? Διοκλῆς δὲ ὁ ὀψοφάγος, ὥς φησιν Ἡγήσανδρος, πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθύς, γόγγρος ἢ λάβραξ, ὁ μὲν ἑφθός, ἔφη, ὁ δὲ ὀπτός ὀψοφάγος δ ἦν καὶ Λεοντεὺς ὁ Ἀργεῖος τραγῳδός, Ἀθηνίωνος μὲν μαθητής, οἰκέτης δὲ γενόμενος Ιὄβα τοῦ Μαυρουσίων βασιλέως, ὥς φησιν Ἀμάραντος ἐν τοῖς περὶ σκηνῆς, γεγραφέναι φάσκων εἰς αὐτὸν τόδε τὸ ἐπίγραμμα τὸν Ιὄβαν, ὅτε κακῶς τὴν Ὑψιπύλην ὑπεκρίνατο μή με Λεοντῆος τραγικοῦ κιναρηφάγου ηχος λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὁρ´α. ἤμην γάρ ποτ ἐγὼ Βάκχῳ φίλος, οὐδὲ τιν ὧδε γῆρυν χρυσολόβοις οὐάσιν ἠγάσατο. χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기