- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 30

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 30)

τῆς αὐτῆς ἰδέας καὶ Μελάνθιος ἦν ὁ τῆς τραγῳδίας ποιητής :? ἔγραψε δὲ καὶ ἐλεγεῖα. κωμῳδοῦσι δ αὐτὸν ἐπὶ ὀψοφαγίᾳ Λεύκων ἐν Φράτερσιν, Ἀριστοφάνης ἐν Εἰρήνῃ, Φερεκράτης ἐν Πετάλῃ. ἐν δὲ τοῖς Ἰχθύσιν Ἄρχιππος τῷ δράματι ὡς ὀψοφάγον δήσας παραδίδωσι τοῖς ἰχθύσιν ἀντιβρωθησόμενον. ἀλλὰ μὴν καὶ Ἀρίστιππος ὁ Σωκρατικὸς ὀψοφάγος ἦν: ὅστις καὶ ὑπὸ Πλάτωνός ποτε ὀνειδιζόμενος ἐπὶ τῇ ὀψοφαγίᾳ, ὥς φησι Σωτίων καὶ Ἡγήσανδρος, γράφει δὲ οὕτως ὁ Δελφός: ι Ἀρίστιππος Πλάτωνος ἐπιτιμήσαντος αὐτῷ διότι πολλοὺς ἰχθῦς ἠγόρασε, δυεῖν ὀβολοῖν ἔφησεν ἐωνῆσθαι. "ὦ Πλάτων, ὅτι οὐκ ἐγὼ ὀψοφάγος, ἀλλὰ σὺ φιλάργυρος. Ἀντιφάνης δ ἐν Αὐλητρίδι ἢ Διδύμαις Φοινικίδην τινὰ ἐπ ὀψοφαγίᾳ κωμῳδῶν φησιν ὁ μὲν Μενέλαος ἐπολέμησ1 ἔτη δέκα τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν, Φοινικίδης δὲ Ταυρέᾳ δι ἔγχελυν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION