호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τίμαιος δ ὁ Ταυρομενίτης καὶ Ἀριστοτέλη τὸν φιλόσοφον ὀψοφάγον φησὶ γεγονέναι.? καὶ Μάτων δ ὁ σοφιστὴς ὀψοφάγος ἦν: δηλοῖ δὲ τοῦτο Ἀντιφάνης ἐν Κιθαρῳδῷ, οὗ ἡ ἀρχὴ οὐ ψεῦδος οὐδέν φησιν ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος μάτων προσελθών. Ἀναξίλας δ ἐν Μονοτρόπῳ: τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων ἐγὼ δ ἀπόλλυμαι. καὶ ταῦτα κρανίον κεστρέως, εἰ μὴ ἄρα οἱ περὶ ταῦτα δεινοὶ ἴσασιν ἐνόν τι χρήσιμον ἐν κεστρέως κρανίῳ, ὅπερ ἐστὶ τῆς Ἀρχεστράτου λιχνείας ἐμφανίσαι ἡμῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기