호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τέλος ἔχει τὰ πάντα μοι, ἰατρέ φησί, καὶ δεδιῴκηται πάλαι:? τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους: οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις Μούσαις Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους. ταῦθ αἱ διαθῆκαι διασαφοῦσιν. ἀλλ ἐπεὶ ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδὲ ἀναβοᾷ, καλεῖ δέ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ἵν ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω, τοῦ πουλύποδὸς μοι τὸ κατάλοιπον ἀπόδοτε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기