- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 22

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 22)

πιθανώτατα ἐν τούτοις ὁ Ἀντιφάνης καὶ τὸν Μισγόλαν κεκωμῴδηκεν ὡς ἐσπουδακότα περὶ κιθαρῳδοὺς ὡραίους.? φησὶ γὰρ καὶ ὁ ῥήτωρ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου λόγῳ περὶ αὐτοῦ τάδε: Μισγόλας ἐστὶν Ναυκράτους, ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακὼς καὶ ἀεί τινας εἰωθὼς ἔχειν περὶ αὐτὸν κιθαρῳδοὺς ἢ κιθαριστάς. ταυτὶ δὲ λέγω οὐ τοῦ φορτικοῦ ἕνεκα, ἀλλ ἵνα γνωρίσητε αὐτὸν ὅστις ἐστίν, καὶ Τιμοκλῆς δ ἐν Σαπφοῖ φησιν ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος. Ἄλεξις δ ἐν Ἀγωνίδι ἢ Ἱππίσκῳ: ὦ μῆτερ, ἱκετεύω σε, μὴ πίσειέ μοι τὸν Μισγόλαν οὐ γὰρ κιθαρῳδός εἰμ ἐγώ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION