- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 16

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 16)

κρεῖττον δ ἂν εἶχε, φησὶν ὁ Χρύσιππος, εἰ μετελήφθη τὰ ἐπὶ τοῦ Σαρδαναπάλλου οὕτως:? εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἀέξε, τερπόμενος μύθοισι φαγόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ ῥάκος εἰμί, φαγὼν ὡς πλεῖστα καὶ ἡσθείς. ταῦτ ἔχω ὅσσ1 ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ τούτων ἔσθλ ἔπαθον τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται. παγκάλως δὲ καὶ ὁ Τίμων ἔφη: πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION