호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἄλεξις δ ἐν Ἀσωτοδιδασκάλῳ, φησὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ τῶν Τίμωνος σίλλων ἐγὼ γὰρ οὐκ ἀπήντησα τῷ δράματι:? πλείονα τῆς μέσης καλουμένης κωμῳδίας ἀναγνοὺς δράματα τῶν ὀκτακοσίων καὶ τούτων ἐκλογὰς ποιησάμενος οὐ περιέτυχον τῷ Ἀσωτοδιδασκάλῳ, ἀλλ οὐδ ἀναγραφῆς ἀξιωθέν τινι σύνοιδα: οὔτε γὰρ Καλλίμαχος οὔτε Ἀριστοφάνης αὐτὸ ἀνέγραψαν, ἀλλ οὐδ οἱ τὰς ἐν Περγάμῳ ἀναγραφὰς ποιησάμενοι ὁ δὲ Σωτίων φησὶν ἐν τῷ δράματι Ξανθίαν τινὰ οἰκέτην πεποιῆσθαι προτρεπόμενον ἐπὶ ἡδυπάθειαν ὁμοδούλους ἑαυτοῦ καὶ λέγοντα: τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδήμειαν, Ωἰδείου πύλας, λήρους σοφιστῶν· οὐδὲ ἓν τούτων καλόν, πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων, χαίρωμεν, ἑώς ἔνεστι τὴν ψυχὴν τρέφειν. τύρβαζε, Μάνη, γαστρὸς οὐδὲν ἥδιον.
αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι κόμποι κενοὶ ψοφοῦσιν ἀντ ὀνειράτων. ψύξει σε δαίμων τῷ πεπρωμένῳ: χρόνῳ ἕξεις δ ὅσ1 ἂν φάγῃς τε καὶ πίῃς μόνα: σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기