호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ λανθάνει δέ με καὶ ὅτι κοινῶς πάντες οἱ ἰχθύες καμασῆνες ὑπὸ Ἐμπεδοκλέους ἐλέχθησαν τοῦ φυσικοῦ οὕτως:? πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες, καὶ ὅτι ὁ τὰ Κύπρια ποιήσας ἔπη, εἴτε Κύπριός τίς ἐστιν ἢ Στασῖνος ἢ ὅστις δή ποτε χαίρει ὀνομαζόμενος, τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς καὶ εἰς ἰχθὺν μεταμορφουμένην διὰ τούτων τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι: τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπ ἀνάγκης, φεῦγε γὰρ οὐδ ἔθελεν μιχθήμεναι ἐν φιλότητι πατρὶ Διὶ Κρονίωνι: ἐτείρετο γὰρ φρένας αἰδοῖ καὶ νεμέσει:
κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ φεῦγεν, Ζεὺς δ ἐδίωκε: λαβεῖν δ ἐλιλαίετο θυμῷ ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξοροθῦνον, ἄλλοτ ἀν Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης, ἄλλοτ ἀν ἤπειρον πολυβώλακα. γίγνετο δ αἰεὶ θηρί ὅσ1 ἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기