- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 4

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 4)

ὑπὸ δὲ ταύτην διάμμου τῆς γῆς οὔσης ἐπὶ2.? δύο καὶ τρεῖς πήχεις ὑπορρεῖν τὸ πλαζόμενον ἀπὸ τῶν ποταμῶν ὕδωρ μεθ οὗ ἰχθύες κατὰ τὰς παρεκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆς φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζῃ πεποιήκασι πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀνορύττοντες λαμβάνουσιν. ἐν Ἰνδοῖς δέ φησι Θεόφραστος τοὺς ἰχθῦς ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντας καὶ πηδῶντας πάλιν εἰς τὸ ὕδωρ ἀπιέναι καθάπερ τοὺς βατράχους, ὁμοίους ὄντας τὴν ἰδέαν τοῖς μαξείνοις καλουμένοις ἰχθύσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION