호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα τοῦ Δημοκρίτου σαφῶς καὶ τορῶς διεξελθόντος ἐπῄνουν μὲν οἱ δαιταλεῖς, ὁ δὲ Κύνουλκος ἔφη:? ἄνδρες σύσσιτοι, σφόδρα με λιμώττοντα οὐκ ἀηδῶς ὁ Δημόκριτος εἱστίασεν ποταμοὺς διαπερανάμενος ἀμβροσίας καὶ νέκταρος, ὑφ ὧν ἀρδευθεὶς τὴν ψυχὴν πάνυ πειναλέος γεγένημαι λόγους αὐτὸ μόνον καταβροχθίσας: ὥστε ἤδη παυσάμενοί ποτε τῆς τοσαύτης ἀπεραντολογίας κατὰ τὸν Παιανιέα ῥήτορα τοιούτων τινῶν μεταλάβωμεν ἃ μήτ ἰσχὺν ἐντίθησι μήτ ἀποθνῄσκειν ἐᾷ: ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως οὐκ ἔστι: πεινῶσιν γὰρ ἡ Κύπρις πικρά, Ἀχαιός φησιν ἐν Αἴθωνι σατυρικῷ.
παρ οὗ ὁ σοφὸς Εὐριπίδης λαβὼν ἔφη: ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ οὔ. "πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων, σὺ δέ, ὦ κύον, ἀεὶ λιμώττεις καὶ οὐκ ἐᾷς ἡμᾶς λόγων καλῶν καὶ ἀφθόνων μεταλαμβάνειν, μᾶλλον δὲ σιτεῖσθαι: "τροφὴ γὰρ ψυχῆς λόγοι καλοί. "Λεῦκε, ἔφη, κἂν ἐκφατνίσματά τινα ἄρτων ἔχῃς, δὸς τοῖς κυσίν. "εἰ μὲν εἰς ἀκροάσεις λόγων, ἔφη, παρεκεκλήμην, ἠπιστάμην ἥκειν ἀγορᾶς πληθυούσης οὕτως γάρ τις τῶν σοφῶν τὴν τῶν δείξεων ὡρ´αν ἐκάλει, καὶ αὐτὸν οἱ πολλοὶ διὰ τοῦτο Πληθαγόραν ὠνόμαζον εἰ δὲ λουσάμενοι λογάρια δειπνοῦμεν, μακρὰς τίθημι συμβολὰς ἀκροώμενος κατὰ τὸν Μένανδρον.
"διὸ παραχωρῶ σοι, ὦ γάστρων, τῆς τοιαύτης ἐμφορεῖσθαι σιτήσεως: "πεινῶντι γὰρ ἀνδρὶ μᾶζα τιμιωτέρα χρυσοῦ τε κἀλέφαντος, κατὰ τὸν τοῦ Ἐρετριέως Ἀχαιοῦ Κύκνον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기