- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 63

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 63)

ὁ μὲν οὖν Δημοχάρης τοσαῦτα εἴρηκε περὶ τῆς Ἀθηναίων κολακείας:? Δοῦρις δ ὁ Σάμιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν ἱστοριῶν καὶ αὐτὸν τὸν ἰθύφαλλον: ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι τῇ πόλει πάρεισιν ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημήτριον ἅμα παρῆγ ὁ καιρός, χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια ἔρχεθ ἵνα ποιήσῃ, ὁ δ ἱλαρός, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς καὶ γελῶν πάρεστι. σεμνόν τι φαίνεθ, οἱ φίλοι πάντες κύκλῳ, ἐν μέσοισι δ αὐτός, ὅμοιον ὥσπερ οἱ φίλοι μὲν ἀστέρες, ἥλιος δ ἐκεῖνος, ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ, χαῖρε, κἀφροδίτης. ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσιν θεοὶ ἢ οὐκ ἔχουσιν ὦτα ἢ οὐκ εἰσὶν ἢ οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν, σὲ δὲ παρόνθ ὁρῶμεν, οὐ ξύλινον οὐδὲ λίθινον, ἀλλ ἀληθινόν. εὐχόμεσθα δή σοι: πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε: κύριος γὰρ εἶ σύ. τὴν δ οὐχὶ Θηβῶν, ἀλλ ὅλης τῆς Ἑλλάδος Σφίγγα περικρατοῦσαν, ὁ Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος, ὥσπερ ἡ παλαιά, τὰ σώμαθ ἡμῶν πάντ ἀναρπάσας φέρει, κοὐκ ἔχω μάχεσθαι Αἰτωλικὸν γὰρ ἁρπάσαι τὰ τῶν πέλας, νῦν δὲ καὶ τὰ πόρρω: μάλιστα μὲν δὴ κόλασον αὐτός:

εἰ δὲ μή, τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ ἢ σπίλον ποιήσει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION