- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 43

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 43)

Ἀπολλόδωρος δ ὁ Καρύστιος ἐν Ιἑρείᾳ:? καινὸν γέ φασι Χαιρεφῶντ ἐν τοῖς γάμοις ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι. σπυρίδα λαβὼν γὰρ καὶ στέφανον ὡς ἦν σκότος, φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων ἥκειν, δεδείπνηχ, ὡς ἐοίκεν, εἰσπεσών. ἐν δὲ Σφαττομένῃ: καλῶ δ Ἄρη Νίκην τ ἐπ ἐξόδοις ἐμαῖς, καλῶ δὲ Χαιρεφῶντα: κἂν γὰρ μὴ καλῶ, ἄκλητος ἥξει. Μάχων δ ὁ κωμικός φησιν ὁδὸν μακρὰν ἐλθόντος ἐπὶ δεῖπνόν ποτε τοῦ Χαιρεφῶντος εἰς γάμους ἐξ ἄστεος εἰπεῖν λέγουσι τὸν ποιητὴν Δίφιλον: εἰς τὰς ἑαυτοῦ, Χαιρεφῶν, σιαγόνας ἔγκοψον ἥλους ἑκατέρᾳ γε τέτταρας, ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε ὁδὸν βαδίζων τὰς γνάθους διαστρέφῃς. καὶ πάλιν ὁ Χαιρεφῶν κρεᾴδι ὠψώνει ποτέ, καὶ τοῦ μαγείρου, φασίν, ὀστῶδες σφόδρα αὐτῷ τι προσκόπτοντος ἀπὸ τύχης κρέας εἶπεν: "μάγειρε, μὴ προσίστα τοῦτό μοι τοὐστοῦν.

ὁ δ εἶπεν: "ἀλλὰ μήν ἐστιν γλυκύ. καὶ μὴν τὸ πρὸς ὀστοῦν φασι κρέας εἶναι γλυκύ. ἔφη, γλυκὺ μέν, προσιστάμενον δὲ λυπεῖ πανταχῇ.

τοῦ Χαιρεφῶντος καὶ σύγγραμμα ἀναγράφει Καλλίμαχος ἐν τῷ τῶν παντοδαπῶν πίνακι γράφων οὕτως : "δεῖπνα ὅσοι ἔγραψαν: "Χαιρεφῶν Κυρηβίωνι. "ἐπειδή μοι πολλάκις ἐπέστειλας. "στίχων τεο. καὶ ὁ Κυρηβίων δ ὅτι παράσιτος προείρηται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION