호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Χαιρεφῶντος δὲ τοῦ παρασίτου μέμνηται Μάτρων μὲν κἀν τοῖς πρὸ τούτων, ἀτὰρ δὴ καὶ Μένανδρος αὐτοῦ μνημονεύει ἐν Κεκρυφάλῳ.? κἀν τῇ Ὀργῇ δέ φησι: διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν ὡς ὑστερίζων, καὶ παρῆν ἅμ ἡμέρᾳ. ἐν δὲ Μέθῃ: ἐμὲ γὰρ διέτριψεν ὁ κομψότατος ἀνδρῶν Χαιρεφῶν ἱερὸν γάμον φάσκων ποιήσειν δευτέρᾳ μετ εἰκάδα καθ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ ἑτέροις: τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς.
μνημονεύει αὐτοῦ καὶ ἐν Ἀνδρογύνῳ ἢ Κρητί. Τιμοκλῆς δ ἐν Ἐπιστολαῖς καὶ ὡς Δημοτίωνι τῷ ἀσώτῳ παρασιτοῦντος αὐτοῦ μνημονεύει: ὁ Δημοτίων δὲ παραμενεῖν αὑτῷ δοκῶν τἀργύριον οὐκ ἐφείδετ, ἀλλὰ παρέτρεφε τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς οἴκαδε βαδίζειν ᾤετ, ὦ ταλάντατος. καὶ μὴν ἔτι τοῦτ οὐκ ἔστιν ἀνάξιον μόνον, τὸν παραμασήτην λαμβάνειν δίκρουν ξύλον·
οὔτ εὔρυθμος γάρ ἐστιν οὔτ ἀχρήματος. Ἀντιφάνης δ ἐν Σκύθῃ: ἐπὶ κῶμον δοκεῖ ἰώμεν ὥσπερ ἔχομεν. β. οὐκοῦν δᾷδα καὶ στεφάνους λαβόντες· α. Χαιρεφῶν οὕτως μεμάθηκε κωμάζειν ἄδειπνος. Τιμόθεος Κυναρίῳ: πειρώμεθ ὑποδύντ ἐς τὸ δεῖπνον ἀπιέναι.
εἰς ἑπτάκλινον δ ἐστίν, ὡς ἔφραζέ μοι, ἂν μὴ παράβυστός που γένηται Χαιρεφῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기