- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 39

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 39)

ἦν δὲ καὶ ὁ Κόρυδος τῶν δι ὀνόματος παρασίτων, μνημονεύει δ αὐτοῦ Τιμοκλῆς ἐν Ἐπιχαιρεκάκῳ οὕτως:? ἀγορὰν ἰδεῖν εὐόψον εὐποροῦντι μὲν ἥδιστον, ἂν δ ἀπορῇ τις, ἀθλιώτατον. ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ, γενόμενος ὠψώνει παρ αὑτὸν οἴκαδε. ἦν δὲ τὸ πάθος γέλοιον, οἴμοι, τέτταρας χαλκοῦς ἔχων ἄνθρωπος, ἐγχέλεις ὁρῶν, θύννεια, νάρκας, καράβους ᾑμωδία. καὶ ταῦτα πάντῃ μὲν περιελθὼν ἤρετο ὁπόσου, πυθόμενος δ ἀπέτρεχ εἰς τὰς μεμβράδας. Ἄλεξις Δημητρίῳ ἢ Φιλεταίρῳ: ἀλλ αἰσχύνομαι τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν οὕτω προχείρως: οὐκ ἀπαρνοῦμαι δ ὅμως. οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις ἂν τε μή. ἐν δὲ Τίτθῃ: ὁ Κόρυδος οὗτος, ὁ τὰ γέλοι εἰθισμένος λέγειν, Βλεπαῖος βούλετ εἶναι. Β.

νοῦν γ ἔχων πλουτεῖ γὰρ ὁ Βλεπαῖος. Κρατῖνος δ ὁ νεώτερος ἐν Τιτᾶσι: κόρυδον τὸν χαλκότυπον πεφύλαξο, ἦ μὴν σοὶ νομιεῖς αὐτὸν μηδὲν καταλείψειν, μηδ ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ τοῦ Κορύδου: προλέγω σοι: ἔχει γὰρ χεῖρα κραταιάν, χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ. ὅτι δὲ γέλοια ἔλεγεν ὁ Κόρυδος καὶ ἐπὶ τούτοις γελᾶσθαι ἤθελεν ὁ αὐτὸς Ἄλεξις ἐν Ποιηταῖς φησι:

πάνυ τοι βούλομαι οὗτος γελᾶσθαι καὶ γέλοι ἀεὶ λέγειν μετὰ τὸν Κόρυδον μάλιστ Ἀθηναίων πολύ. ἀναγράφει δὲ αὐτοῦ τὰ ἀπομνημονεύματα Λυγκεὺς ὁ Σάμιος Εὐκράτην αὐτὸν καλεῖσθαι κυρίως φάσκων. γράφει δ οὕτως: "δειπνεῖν δεῖ ὑποστήσαντα τὴν ἀριστερὰν χεῖρα ὥσπερ αἱ Καρυάτιδες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION