호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Διόδωρος δὲ ὁ Σινωπεὺς ἐν Ἐπικλήρῳ περὶ τοῦ παρασιτεῖν καὶ αὐτας οὐκ ἀγλαφύρως τάδε φησὶν βούλομαι δεῖξαι σαφῶς ὡς σεμνὸν ἐστι τοῦτο καὶ νενομισμένον καὶ τῶν θεῶν εὑρ´ημα:? τὰς δ ἄλλας τέχνας οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ ἄνδρες σοφοί: τὸ γὰρ παρασιτεῖν εὑρ῀εν ὁ Ζεὺς ὁ φίλιος, ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως. οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν. ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών, ἀπέρχετ οἴκαδ οὐ καταβαλών συμβολάς.
κἀγὼ ποῶ νῦν τοῦτ. ἀπέρχομ οἴκαδ ὥσπερ ὁ Ζεὺς ὁ φίλιος, ὅτι δ ἦν τὸ πρᾶγμ ἔνδοξον ἀεὶ καὶ καλόν, ἐκεῖθεν ἂν γνοίη τις ἔτι σαφέστερον τὸν Ἡρακλέα τιμῶσα λαμπρῶς ἡ πόλις ἐν ἅπασι τοῖς δήμοις θυσίας ποιουμένη εἰς τὰς θυσίας ταύτας παρασίτους τῷ θεῷ οὐ πώποτ ἀπεκλήρωσεν οὐδὲ παρέλαβεν εἰς ταῦτα τοὺς τυχόντας, ἀλλὰ κατέλεγεν ἐκ τῶν πολιτῶν δώδεκ ἄνδρας ἐπιμελῶς ἐκλεξαμένη τοὺς ἐκ δύ ἀστῶν γεγονότας, ἔχοντας οὐσίας, καλῶς βεβιωκότας.
εἶθ ὕστερον τὸν Ἡρακλέα μιμούμενοι τῶν εὐπόρων τινὲς παρασίτους ἑλόμενοι τρέφειν παρεκάλουν οὐχὶ τοὺς χαριεστάτους ἐκλεγόμενοι, τοὺς δὲ κολακεύειν δυναμένους καὶ πάντ ἐπαινεῖν οἷς ἐπειδὰν προσερύγῃ ῥαφανῖδας ἢ σαπρὸν σίλουρον καταφαγών, ἰά καὶ ῥόδα φασὶν αὐτὸν ἠριστηκέναι.
ἐπὰν δ ἀποπάρδῃ μετά τινος κατακείμενος τούτων, ὁ προσάγων τὴν ῥῖνα δεῖθ αὑτῷ φράσαι, πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνεις· διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους τὸ τίμιον καὶ τὸ καλὸν αἰσχρόν ἐστι νῦν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기