- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 35

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 35)

Ἀντιφάνης δ ἐν Προγόνοις:? ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις τοιοῦτὸς εἰμ, ἥδιστε, τύπτεσθαι μύδρος, τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν ἀστραπή, φέρειν τιν ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος, θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἀκρίς, δειπνεῖν ἄκλητος μυῖα, μὴ ξελθεῖν φρέαρ, ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅσ1 ἂν μόνον τύχῃ τις εἰπών, ταῦτ ἀπροσκέπτως ποεῖν ἅπαντα, καὶ καλοῦσὶ μ οἱ νεώτεροι διὰ ταῦτα πάντα σκηπτὸν ἀλλ οὐδὲν μέλει τῶν σκωμμάτων μοι: τῶν φίλων γὰρ ὢν φίλος ἔργοισι χρηστός, οὐ λόγοις ἔφυν μόνον.

Δίφιλος δ ἐν Παρασίτῳ μελλόντων γίνεσθαι γάμων τὸν παράσιτον ποιεῖ λέγοντα τάδε: ἀγνοεῖς ἐν ταῖς ἀραῖς ὅ τι ἔστιν, εἴ τις μὴ φράσει ὀρθῶς ὁδὸν ἢ πῦρ ἐναύσει ἢ διαφθείρει ὕδωρ, ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά. Εὔβουλος δ ἐν Οἰδίποδι: ὁ πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ δημοτικὸς ἦν τις, ὡς ἐοίκε, τοὺς τρόπους.

ὅστις δ ἐπὶ δεῖπνον ἢ φίλον τιν ἢ ξένον καλέσας ἔπειτα συμβολὰς ἐπράξατο, φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION