- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 30

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 30)

οἱ δ ἀρχαῖοι ποιηταὶ τοὺς παρασίτους κόλακας ἐκάλουν, ἀφ ὧν καὶ Εὔπολις τῷ δράματι τὴν ἐπιγραφὴν ἐποιήσατο, τὸν χορὸν τῶν Κολάκων ποιήσας τάδε λέγοντα:? ἀλλὰ δίαιταν ἣν ἔχουσ1 οἱ κόλακες πρὸς ὑμᾶς λέξομεν ἀλλ ἀκούσαθ, ὡς ἐσμὲν ἅπαντα κομψοὶ ἄνδρες: ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸς αὐτοῦ. ἱματίω δέ μοι δύ ἐστὸν χαρίεντε τούτω, οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω εἰς ἀγοράν. ἐκεῖ δ ἐπειδὰν κατίδω τιν ἄνδρα ἠλίθιον, πλουτοῦντα δ, εὐθὺς περὶ τοῦτον εἰμί. κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτ ἐπαινῶ καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν. εἶτ ἐπὶ δεῖπνον ἐρχόμεσθ ἄλλυδις ἄλλος ἡμῶν μᾶζαν ἐπ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ τὸν κόλακ εὐθέως λέγειν ἢ κφέρεται θύραζε. οἶδα δ Ἀκέστορ αὐτὸ τὸν στιγματίαν παθόντα:

σκῶμμα γὰρ εἶπ ἀσελγές, εἶτ αὐτὸν ὁ παῖς θύραζε ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION