- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 28

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 28)

τὸν δὲ νῦν λεγόμενον παράσιτον Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ περὶ διδασκαλιῶν εὑρεθῆναί φησιν ὑπὸ πρώτου Ἀλέξιδος, ἐκλαθόμενος ὅτι Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ παρὰ πότον αὐτὸν εἰσήγαγεν οὑτωσὶ λέγων ἀλλ ἄλλος ἔστειχ ὧδε τοῦδε κατὰ πόδας, τὸν ῥᾳδίως λαψῇ τὺ κὰτ τὸ νῦν γά θην εὐώνον ἀείσιτον.? ἀλλ ἔμπας ὅδε ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον. καὶ αὐτὸν ποιεῖ τὸν παράσιτον λέγοντα τοιάδε πρὸς τὸν πυνθανόμενον συνδειπνέων τῷ λῶντι, καλέσαι δεῖ μόνον, καὶ τῷ γα μὴ λεῶντι, κοὐδὲν δεῖ καλεῖν τηνεὶ δὲ χαρίης τ εἰμὶ καὶ ποιέω πολὺν γέλωτα καὶ τὸν ἱστιῶντ ἐπαινέω. καἴ κά τις ἀντίον τι λῇ τήνῳ λέγειν, τήνῳ κυδάζομαί τε κἀπ ὦν ἠχθόμαν. κἤπειτα πολλὰ καταφαγών, πόλλ ἐμπιὼν ἄπειμι:

λύχνον δ οὐχ ὁ παῖς μοι συμφέρει: ἑρ´πω δ ὀλισθράζων τε καὶ κατὰ σκότος ἔρημος: αἴ κα δ ἐντύχω τοῖς περιπόλοις, τοῦθ οἱο῀ν ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς ὅτι οὐ λῶντι πλεῖον, ἀλλὰ μαστιγῶντί με. ἐπεὶ δὲ χ εἵκω οἴκαδις καταφθαρείς, ἄστρωτος εὕδω, καὶ τὰ μὲν πρᾶτ οὐ κοῶ, ἇς κά μ ἔχων ὥκρατος ἀμφέπῃ φρένας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION