호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς δὲ τοὺς περιέργως ὀψωνοῦντας τάδε φησὶν Ἄλεξις ἐν Ἐπικλήρῳ:? ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολὺ ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ εὐπορεῖ, τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποεῖ γυμνούς, ἀναγκάζει τ ἐπάν τις ἐκδυθῇ, τηρεῖν ἑώθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν ὃν ἂν δ ἴδῃ πρῶτον πένητα καὶ νέον παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον, ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον. Δίφιλος δ ἐν Ἐμπόρῳ καὶ νόμον εἶναί φησι παρὰ Κορινθίοις τινὰ τοιοῦτον νόμιμον τοῦτ ἐστί, βέλτιστ, ἐνθάδε Κορινθίοισιν, ἂν τιν ὀψωνοῦντ ἀεὶ λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν ζῇ καὶ τί ποιῶν. κἂν μὲν οὐσίαν ἔχῃ ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα, ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον ἐὰν δ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ, ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι. ὃς ἂν δὲ μὴ πίθητ, ἐπέβαλον ζημίαν.
ἐὰν δὲ μηδ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς, τῷ δημίῳ παρέδωκαν αὐτόν. β. Ἡράκλεις. α.
οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος τοῦτον, συνιεῖς, ἀλλ ἀναγκαίως ἔχει ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν ἢ συκοφαντεῖν κατ ἀγορὰν ἢ μαρτυρεῖν ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος. β. ὀρθῶς γε νὴ Δί. ἀλλὰ δὴ τί τοῦτ ἐμοί· α. ὁρῶμεν ὀψωνοῦνθ ἑκάστης ἡμέρας οὐχὶ μετρίως, βέλτιστέ, σ1, ἀλλ ὑπερηφάνως. οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν, συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν, περὶ τῶν σελίνων μαχόμεθ, ὥσπερ Ἰσθμίοις.
λαγώς τις εἰσελήλυθ. εὐθὺς ἡρ´πακας. πέρδικα δ ἢ κίχλην γε νὴ Δί οὐκέτι ἔστιν δι ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν, τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ. βουλῆς δύ ἢ καὶ τρεῖς.
Λυγκεὺς δ ὁ Σάμιος καὶ τέχνην ὀψωνητικὴν συνέγραψε πρός τινα δυσώνην, διδάσκων αὐτὸν τίνα δεῖ λέγοντα πρὸς τοὺς ἀνδροφόνους ἰχθυοπώλας λυσιτελῶς, ἔτι δὲ ἀλύπως ὠνεῖσθαι ἃ βούλεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기