호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὴν Πανδίονοσ τελευτὴν οἱ παῖδεσ αὐτοῦ στρατεύσαντεσ ἐπ’ Ἀθήνασ ἐξέβαλον τοὺσ Μητιονίδασ καὶ τὴν ἀρχὴν τετραχῇ διεῖλον· εἶχε δὲ τὸ πᾶν κράτοσ Αἰγεύσ. γαμεῖ δὲ πρώτην μὲν Μήταν τὴν Ὁπλῆτοσ, δευτέραν δὲ Χαλκιόπην τὴν Ῥηξήνοροσ. ὡσ δὲ οὐκ ἐγένετο παῖσ αὐτῷ, δεδοικὼσ τοὺσ ἀδελφοὺσ εἰσ Πυθίανἦλθε καὶ περὶ παίδων γονῆσ ἐμαντεύετο. ὁ δὲ θεὸσ ἔχρησεν αὐτῷ· ἀσκοῦ τὸν προύχοντα ποδάονα, φέρτατε λαῶν,μὴ λύσῃσ, πρὶν ἐσ ἄκρον Ἀθηναίων ἀφίκηαι. ἀπορῶν δὲ τὸν χρησμὸν ἀνῄει πάλιν εἰσ Ἀθήνασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기