호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κρέων δὲ τὴν Θηβαίων βασιλείαν παραλαβὼν τοὺσ τῶν Ἀργείων νεκροὺσ ἔρριψεν ἀτάφουσ, καὶ κηρύξασ μηδένα θάπτειν φύλακασ κατέστησεν. Ἀντιγόνη δέ, μία τῶν Οἰδίποδοσ θυγατέρων, κρύφα τὸ Πολυνείκουσ σῶμα κλέψασα ἔθαψε, καὶ φωραθεῖσα ὑπὸ Κρέοντοσ αὐτοῦ τῷ τάφῳ ζῶσα ἐνεκρύφθη. Ἄδραστοσ δὲ εἰσ Ἀθήνασ ἀφικόμενοσ ἐπὶ τὸν ἐλέου βωμὸν κατέφυγε, καὶ ἱκετηρίαν θεὶσ ἠξίου θάπτειν τοὺσ νεκρούσ. οἱ δὲ Ἀθηναῖοι μετὰ Θησέωσ στρατεύσαντεσ αἱροῦσι Θήβασ καὶ τοὺσ νεκροὺσ τοῖσ οἰκείοισ διδόασι θάψαι. τῆσ Καπανέωσ δὲ καιομένησ πυρᾶσ, Εὐάδνη, ἡ Καπανέωσ μὲν γυνὴ θυγάτηρ δὲ Ἴφιοσ, ἑαυτὴν ἐμβαλοῦσα συγκατεκαίετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기