호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φανέντων δὲ ὕστερον τῶν λανθανόντων, Ιὀκάστη μὲν ἐξ ἀγχόνησ ἑαυτὴν ἀνήρτησεν, Οἰδίπουσ δὲ τὰσ ὄψεισ τυφλώσασ ἐκ Θηβῶν ἠλαύνετο, ἀρὰσ τοῖσ παισὶ θέμενοσ, οἳ τῆσ πόλεωσ αὐτὸν ἐκβαλλόμενον θεωροῦντεσ οὐκ ἐπήμυναν. παραγενόμενοσ δὲ σὺν Ἀντιγόνῃ τῆσ Ἀττικῆσ εἰσ Κολωνόν, ἔνθα τὸ τῶν Εὐμενίδων ἐστὶ τέμενοσ, καθίζει ἱκέτησ, προσδεχθεὶσ ὑπὸ Θησέωσ, καὶ μετ’ οὐ πολὺν χρόνον ἀπέθανεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기