호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λάιον μὲν οὖν θάπτει βασιλεὺσ Πλαταιέων Δαμασίστρατοσ, τὴν δὲ βασιλείαν Κρέων ὁ Μενοικέωσ παραλαμβάνει. τούτου δὲ βασιλεύοντοσ οὐ μικρὰ συμφορὰ κατέσχε Θήβασ. ἔπεμψε γὰρ Ἥρα Σφίγγα, ἣ μητρὸσ μὲν Ἐχίδνησ ἦν πατρὸσ δὲ Τυφῶνοσ, εἶχε δὲ πρόσωπον μὲν γυναικόσ, στῆθοσ δὲ καὶ βάσιν καὶ οὐρὰν λέοντοσ καὶ πτέρυγασ ὄρνιθοσ. μαθοῦσα δὲ αἴνιγμα παρὰ μουσῶν ἐπὶ τὸ Φίκιον ὄροσ ἐκαθέζετο, καὶ τοῦτο προύτεινε Θηβαίοισ. ἦν δὲ τὸ αἴνιγμα· τί ἐστιν ὃ μίαν ἔχον φωνὴν τετράπουν καὶ δίπουν καὶ τρίπουν γίνεται· χρησμοῦ δὲ Θηβαίοισ ὑπάρχοντοσ τηνικαῦτα ἀπαλλαγήσεσθαι τῆσ Σφιγγὸσ ἡνίκα ἂν τὸ αἴνιγμα λύσωσι, συνιόντεσ εἰσ ταὐτὸ πολλάκισ ἐζήτουν τί τὸ λεγόμενόν ἐστιν, ἐπεὶ δὲ μὴ εὑρ́ισκον, ἁρπάσασα ἕνα κατεβίβρωσκε. πολλῶν δὲ ἀπολομένων, καὶ τὸ τελευταῖον Αἵμονοσ τοῦ Κρέοντοσ, κηρύσσει Κρέων τῷ τὸ αἴνιγμα λύσοντι καὶ τὴν βασιλείαν καὶ τὴν Λαί̈ου δώσειν γυναῖκα. Οἰδίπουσ δὲ ἀκούσασ ἔλυσεν, εἰπὼν τὸ αἴνιγμα τὸ ὑπὸ τῆσ Σφιγγὸσ λεγόμενον ἄνθρωπον εἶναι· γίνεσθαι, γὰρ τετράπουν βρέφοσ ὄντα τοῖσ τέτταρσιν ὀχούμενον κώλοισ, τελειούμενον δὲ δίπουν, γηρῶντα δὲ τρίτην προσλαμβάνειν βάσιν τὸ βάκτρον. ἡ μὲν οὖν Σφὶγξ ἀπὸ τῆσ ἀκροπόλεωσ ἑαυτὴν ἔρριψεν, Οἰδίπουσ δὲ καὶ τὴν βασιλείαν παρέλαβε καὶ τὴν μητέρα ἔγημεν ἀγνοῶν, καὶ παῖδασ ἐτέκνωσεν ἐξ αὐτῆσ Πολυνείκη καὶ Ἐτεοκλέα, θυγατέρασ δὲ Ἰσμήνην καὶ Ἀντιγόνην. εἰσὶ δὲ οἳ γεννηθῆναι τὰ τέκνα φασὶν ἐξ Εὐρυγανείασ αὐτῷ τῆσ Ὑπέρφαντοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기